IV

Ἡ δ' οὖν δύναμις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱματοποιητικὴ προσαγορευομένη καὶ πᾶσα δ' ἄλλη δύναμις ἐν τῷ πρός τι νενόηται· πρώτως μὲν γὰρ τῆς ἐνεργείας αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συμβεβηκός. ἀλλ' εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ' αὐτῆς γενομένου μόνου, τῶν δ' ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναμις ἐν τῷ πρός τι. καὶ μέχρι γ' ἂν ἀγνοῶμεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναμιν αὐτὴν ὀνομάζομεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱματοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγμικὴν καὶ καθ' ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς || 10 κατὰ τὸ μόριον ἐνεργείας. εἴπερ οὖν μεθόδῳ μέλλοιμεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάμεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον· ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.