X
Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθ' Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον.
Ἐπει δ' οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδ' ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μὲν τι νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δὲ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως, || 179 διὰ τοῦθ', ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ' ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.
Ὅτι δ' ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρὸν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι' ἀμαθίαν ἀλλ' οὐδ' ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ ῥᾳθυμίαν, οὔτ', εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.
Χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτη διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθ' ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ' ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται, || 180 καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δ' ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι λόγους· εἶεν δ' ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ' ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττὸν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.