"My Word Will Not Pass Away"
ἀμὴν γὰρ λέγω ὑμῖν,
ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ,
ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου,
ἕως ἂν πάντα γένηται.
εὐκοπώτερον δέ ἐστι
τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν,
ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται,
οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
καὶ ἐάν τις ἀφαιρῇ
ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης
ἀφαιρήσει ὁ θεὸς τὸ μέρος αὐτοῦ
ἀπὸ βίβλου τῆς ζωῆς,
καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας,
καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ.