[2:]

Πρύτανις Στράτων. | μεὶς Ψυδρεύς, ἀμέρα τε | τάρτα ἐπὶ δέκα; προστάτας |
Γνάθιος Σωκράτευς; | πρόξενον ποεῖ ἀ ἀλία | Διονύσιον Φρυνίχου | Ἀθηναῖον
αὐτὸν καὶ | ἐκγόνους. δίδωτι δὲ καὶ | γᾶς καὶ οἰκίας ἔμπασιν. | τὰν δὲ προξενίαν
γράψαν | τας εἰς χαλκὸν ἀνθέμεν | εἴ κα προβούλοις καὶ προδίκοις δοκῆι καλῶς
ἔχειν.

Διονύσιον | Φρυνίχου | Ἀθηναῖον.

[3:]

Ἔδοξε τᾷ ἁλίᾳ, πρόξε|νον εἶμεν Παυσανίαν Ἀτ|τάλου Ἀμβρακιώταν | τᾶς
πόλιος τῶν Κορκυραί|ων αὐτὸν καὶ ἐγγόνους; | εἶμεν δὲ αὐτοῖς καὶ τὰ | ἄλλα
τίμια, ὄσα καὶ[τοῖς] | ἄλλοις προξένοις [καὶ] | εὐεργέταις γέγ(ρα)|πται. | τὰν δὲ
προξενί|αν προβούλους καὶ προ|δίκους γράψαντας εἰς | χάλκωμα ἀναθέμεν, |
τὸν δὲ ταμίαν δόμεν | τὸ γενόμενον ἀνάλω|μα.

Παυσανίαν Ἀττάλου | Ἀμβρακιώταν.

[4:]

Ἀθ. Πολ. 63. ἔχει δ' ἕκαστος δικαστὴς πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα
τὸ ἑαυτοῦ πατρόθεν
καὶ τοῦ δήμου καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ.

[5:] Μεθάνιοι ἀπὸ Λακεδαιμονίων.

[6:]