οὐκ ἐθέλω Χαρίδαμον· ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,
ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν.
οὐκ ἐθέλω· τί δὲ μοὶ τὸν ἐπουρανίων βασιλῆα
ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;
αἱροῦμαι δ’, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον
ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,
μναμόσυνον στοργῆς· γλυκὺ δ’ ὄμμασι νεῦμα δίϋγρον
δοίη, καί τι φίλημ’ ἁρπάσαι ἀκροθιγές.
τἄλλα δὲ πάντ’ ἐχέτω Ζεύς, ὡς θέμις. εἰ δ’ ἐθελήσει,
ἦ τάχα που κἀγὼ γεύσομαι ἀμβροσίας.