αἵ τόδε ναιετάυσιν ὄρος μέγα τε ζάθεόν τε·

αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται·

δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἷδαρ ἔδουσι,

καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.

τῇσι δὲ Σειληνοί τε καὶ εὔσκοπος Ἀργειφόντης

μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.

τῇσι δ’ ἅμ’ ἢ ἐλάται ἠὲ δρύς ὑψικάρηνοι

γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,

καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν·

ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,