7 τα παρέδωκα.
c. 9.
8 Εὐχὰς ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀναλαμβάνειν
9 διὰ τῶν ὑπάτων καὶ ἱερέων καθ’ ἑκάστην πεν-
10 τετηρίδα ἐψηφίσατο ἡ σύνκλητος. ἐκ τού-
11 των τῶν εὐχῶν πλειστάκις ἐγένοντο θέαι,
12 τοτὲ μὲν ἐκ τῆς συναρχίας τῶν τεσσάρων ἱερέ-
13 ων, τοτὲ δὲ ὑπὸ τῶν ὑπάτων. Καὶ κατ’ ἰδίαν δὲ καὶ
14 κατὰ πόλεις σύνπαντες οἱ πολεῖται ὁμοθυμα-
15 δ[ὸν] συνεχῶς ἔθυσαν ὑπὲρ τῆς ἐμῆς σω[τ]ηρίας.