1 Αἴγυπτον δήμου Ῥωμαίων ἡγεμονίᾳ προσέθηκα.
2 Ἀρμενίαν τὴν μ[εί]ζονα ἀναιρεθέντος τοῦ βασιλέ-
3 ως δυνάμενος ἐπαρχείαν ποῆσαι μᾶλλον ἐβου-
4 λήθην κατὰ τὰ πάτρια ἡμῶν ἔθη βασιλείαν Τιγρά-
5 νῃ Ἀρταουάσδου υἱῷ, υἱωνῷ δὲ Τιγράνου βασι-
6 λέως δ[ο]ῦν[α]ι διὰ Τιβερίου Νέρωνος, ὃς τότ’ ἐμοῦ
7 πρόγονος ἦν· καὶ τὸ αὐτὸ ἔθνος ἀφιστάμενον καὶ
8 ἀναπολεμοῦν δαμασθὲν ὑπὸ Γαΐου τοῦ υἱοῦ
9 μου βασιλεῖ Ἀριοβαρζάνει, βασιλέως Μήδων Ἀρτα-
10 βάζου υἱῷ παρέδωκα καὶ μετὰ τὸν ἐκείνου θάνα-