c. 35.
9 Τρισκαιδεκάτην ὑπατείαν ἄγοντός μου ἥ τε σύν-
10 κλητος καὶ τὸ ἱππικὸν τάγμα ὅ τε σύνπας δῆμος τῶν
11 Ῥωμαίων προσηγόρευσέ με πατέρα πατρίδος καὶ τοῦτο
12 ἐπὶ τοῦ προπύλου τῆς οἰκίας μου καὶ ἐν τῷ βουλευτη-
13 ρίῳ καὶ ἐν τῇ ἀγορᾷ τῇ Σεβαστῇ ὑπὸ τῷ ἅρματι, ὅ μοι
14 δόγματι συνκλήτου ἀνετέθη, ἐπιγραφῆναι ἐψηφίσα-
15 το. [§] Ὅτε ἔγραφον ταῦτα, ἤγον ἔτος ἑβδομηκοστὸν
16 ἕκτον. §