(“Wandering in darkness in the meadow of Ate,”[221])

ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. ἡ σύντομος ὁδός ἐστιν αὕτη. [C] δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι, ὅτι θεῖός ἐστι, καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπρίων ἐκβλητότερον, ἐκ τοῦ ῥᾴστου δὲ αὑτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ.

(and for the sake of a few wholly trifling pleasures are undergoing torments greater than any by the Cocytus or Acheron such as the most ingenious of the poets are always telling us about. Now the true short cut to philosophy is this. A man must completely come out of himself and recognise that he is divine, and not only keep his mind untiringly and steadfastly fixed on divine and stainless and pure thoughts, but he must also utterly despise his body, and think it, in the words of Heracleitus, “more worthless than dirt.”[222] And by the easiest means he must satisfy his body's needs so long as the god commands him to use it as an instrument.)

Ταῦτα μὲν οὖν ὡς φασὶ ταύτῃ.[223] ἐπανάξω δὲ ὅθεν ἐξέβην. ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, [D] κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ᾽ ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους πλημμελὲς ᾿ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός·[224] καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ᾽ ὁ μὲν μῦθος [pg 130] ἐστι παλαιός, [227] ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τὼν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ᾽ ἂν ἐλελήθει σε, τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. [B] ἀλλ᾽ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐυβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω· σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους, ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἁθηναίους ῥήτορας. ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι.

(So much for that, as the saying is.[225] Now to go back to the point at which I digressed.[226] Since, as I was saying, myths ought to be addressed either to those who though grown men are children in intelligence, or to those who in actual years are mere children, we must take pains to utter in them no word that is offensive to gods or men or anything impious, as was done recently. And moreover we must in all cases apply careful tests to see whether the myth is plausible, closely related to the matter discussed and whether what is invented is really a myth. Now what you composed lately is not your own myth though you boasted that it was. Nay, your myth was an old one and you did but adapt it to fresh circumstances, as I believe people are in the habit of doing who use tropes and figures of thought. The poet of Paros[227] for instance is much given to this style. It seems then that you did not even invent your myth, my very clever friend, and that yours was an idle boast. Though in fact the thing is done by any nurse with an inventive turn. And if the mythical tales of Plutarch had ever fallen into your hands you would have failed to observe what a difference there is between inventing a myth from the beginning and adapting to one's own purpose a myth that already exists. But I must not detain you even for a moment or hinder you on your way along that short cut to wisdom by making you embark on books that are long and hard to read. You have not even heard of the myth by Demosthenes which he of the Paeanian deme addressed to the Athenians when the Macedonian demanded that the Athenian orators be given up. You ought to have invented something of that sort. In Heaven's name was it too hard for you to relate some little myth of the kind? You will force me too to become a myth-maker.)

[C] Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατέ αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐπεκτήσατο,[228] πλουτεῖν θέλων [pg 132] ἐν δίκῃ τε καὶ παρὰ δίκην· ἔμελε γὰρ αὐτῷ τῶν[229] θεῶν ὀλίγον. [D] ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ υἱεῖς ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ᾽ ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν. ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ αὐτὸς ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης, ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, [228] ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων. ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. [B] τέως μὲν οὖν τοῦτο ἐπράττετο. προσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ᾽ αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας. εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργον ἤγετο· τὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον, καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, [C] ἃ ἐτέθειτο [pg 134] παρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν.

(A certain rich man[230] had numerous flocks of sheep and herds of cattle and “ranging flocks of goats”[231] and many times ten thousand mares “grazed his marsh-meadows.”[232] Many shepherds too he had, both slaves and hired freedmen, neatherds and goatherds and grooms for his horses, and many estates withal. Now much of all this his father had bequeathed to him, but he had himself acquired many times more, being eager to enrich himself whether justly or unjustly; for little did he care for gods. Several wives he had, and sons and daughters by them, among whom he divided his wealth before he died. But he did not teach them how to manage it, or how to acquire more if it should fail, or how to preserve what they had. For in his ignorance he thought that their mere numbers would suffice, nor had he himself any real knowledge of that sort of art, since he had not acquired his wealth on any rational principle but rather by use and wont, like quack doctors who try to cure their patients by relying on their experience only, so that many diseases escape them altogether.[233] Accordingly since he thought that a number of sons would suffice to preserve his wealth, he took no thought how to make them virtuous. But this very thing proved to be the beginning of their iniquitous behaviour to one another. For every one of them desired to be as wealthy as his father and to possess the whole for himself alone, and so attacked the brother that was his neighbour. Now for a time they continued to behave thus. And their relatives also shared in the folly and ignorance of those sons, since they themselves had had no better education. Then ensued a general slaughter, and heaven brought the tragic curse[234] to fulfilment. For “by the edge of the sword they divided their patrimony” and everything was thrown into confusion. The sons demolished the ancestral temples which their father before them had despised and had stripped of the votive offerings that had been dedicated by many worshippers, but not least by his own ancestors. And besides demolishing the temples they erected sepulchres[235] both on new sites and on the old sites of the temples, as though impelled by fate or by an unconscious presentiment that they would ere long need many such sepulchres, seeing that they so neglected the gods.)

Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων τε οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, [D] τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· ὦ παῖ, εἶπεν, οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολιπὼν αὑτῷ τε καὶ γένει αἴτιος[236] ἐγένετο τῶν τηλικούτων παθημάτων; ἢ νομίζεις, [229] ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ᾽ ἀγανακτεῖς μηδ᾽ ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ταύτης αἴτιος αὐτῷ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; ἀλλ᾽, ἔφη, καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν. αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· Κωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ. σὸν οὖν ἔργον ἐστίν, [B] ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας. ἀλλ᾽ ἐμαὶ γάρ εἰσιν, ἔφη, θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, [pg 136] ὦ ποτνία, φατόν; ἀλλὰ τούτου μέν, εἰπέτην, ὦ πάτερ, αὐτὸς εἶ κύριος. σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσει.[237] πρὸς ἀμφότερα, εἶπεν, ἐγὼ σκέψομαι. καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, [C] ὡς ὁ πατὴρ ἐβούλετο.

(Now when all was in confusion, and many marriages that were no marriages[238] were being concluded, and the laws of god and man alike had been profaned, Zeus was moved with compassion and addressing himself to Helios he said: “O my son, divine offspring more ancient than heaven and earth, art thou still minded to resent the insolence of that arrogant and audacious mortal, who by forsaking thee brought so many calamities on himself and his race? Thinkest thou that, though thou dost not show thine anger and resentment against him nor whet thine arrows against his children, thou art any less the author of his destruction in that thou dost abandon his house to desolation? Nay,” said Zeus, “let us summon the Fates and enquire whether any assistance may be given the man.” Forthwith the Fates obeyed the call of Zeus. But Helios who was as though absorbed in thought and inward debate yet gave constant heed and fixed his eyes on Zeus. Then spoke the eldest of the Fates: “O our father, Piety and Justice both restrain us. Therefore it is thine to prevail on them also, since thou hast ordered us to be subservient to them.” And Zeus made answer, “Truly they are my daughters, and it is meet that I question them. What then have ye to say, ye venerable goddesses?” “Nay, father,” they replied, “that is as thou thyself dost ordain. But be careful lest this wicked zeal for impious deeds prevail universally among men.” “I will myself look to both these matters,” Zeus replied. Then the Fates approached and spun all as their father willed.)

Λέγειν δὲ ὁ Ζεὺς ἄρχεται πρὸς τὸν Ἥλιον· τουτὶ τὸ παιδίον, ἔφη· ξυγγενὲς δὲ ἦν αὐτῶν ἄρα παρερριμμένον που καὶ ἀμελούμενον, ἀδελφιδοῦς ἐκείνου τοῦ πλουσίου καὶ ἀνεψιὸς τῶν κληρονόμων· τοῦτο, ἔφη, σόν ἐστιν ἔκγονον. ὄμοσον οὖν τὸ ἐμόν τε καὶ τὸ σὸν[239] σκῆπτρον, ἦ μὴν ἐπιμελήσεσθαι διαφερόντως αὐτοῦ καὶ ποιμανεῖν αὐτὸ καὶ θεραπεύσειν τῆς νόσου. [D] ὁρᾷς γὰρ ὅπως οἷον ὑπὸ καπνοῦ ῥύπου τε ἀναπέπλησται καὶ λιγνύος, κίνδυνός τε τὸ ὑπὸ σοῦ σπαρὲν ἐν αὐτῷ πῦρ ἀποσβῆναι, ἢν μὴ σύ γε δύσεαι ἀλκήν. σοὶ δὲ ἐγώ τε ξυγχωρῶ καὶ αἱ Μοῖραι· κόμιζε οὖν αὐτὸ καὶ τρέφε. ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἥλιος ηὐφράνθη τε ἡσθεὶς τῷ βρέφει, σωζόμενον ἔτι καθορῶν ἐν αὐτῷ σπινθῆρα μικρὸν ἐξ ἑαυτοῦ, καὶ τὸ ἐντεῦθεν ἔτρεφεν ἐκεῖνο τὸ παιδίον, ἐξαγαγὼν