Φῶς πατρικὸν ποθέουσα, σύναιμε, σύνευνε, σοφή μου,

λούτροις χρεισαμένη Χ(ρειστο)ῦ μύρον ἄφθιτον, ἁγνὸν,

Αἰώνων ἔσπευσας ἀθρ[ῆ]σαι θεῖα πρόσωπα,

βουλῆς τῆς μεγάλης μέγαν ἄγγελον, υἱὸν ἀληθῆ,

[εἰς ν]υμφῶνα μολοῦσα καὶ εἰς [κόλπ]ους ἀνόρουσα[?]

[Αἰώνων πα]τρικοὺς κ[αὶ]....

b.

Οὐκ ἔσχεν κοινὸν βιότου [τ]έλος ἥδε θανοῦσα·

κάτθανε καὶ ζώει καὶ ὁρᾷ φάος ἄφθιτον ὄντως·

ζώει μὲν ζωοῖσι, θανὲν δὲ θανοῦσιν ἀληθῶς.