Ἀλλ' ἴσως οὔτε τὸ || 33 πάχος οὔθ' ἡ λεπτότης τῶν χιτώνων, ἀλλ' ἡ θέσις τῆς κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτμοὺς εἰς αὐτήν. καὶ μὴν εἰ καὶ διὰ τἆλλα πάντα πιθανὸν ἦν αὐτούς ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως μόνης αὔταρκες κωλῦσαι. κάτω μὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ' ἀτμοῖς σύμφυτος ἡ πρὸς τὸ μετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύμονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι.
Καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος μνημονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτμοὶ κατὰ τὴν μεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁμιλούντων καὶ μηδέποθ' ἵστασθαι. ἀλλ' εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον μόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκεδασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρματι || 34 συναθροισθεῖεν.
Ἀλλὰ καὶ πρὸς ταῦτ' ἀντιλέγειν οἱ νῦν Ἀσκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώμενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιμία καὶ δυσέκνιπτον ἐν τοῖς μάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον.
Τῶν γοῦν καθ' ἡμᾶς τις σοφιστῶν τά τ' ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτημένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόμενος ἐμοί ποθ' ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρημένων, ὥστε καὶ θαυμάζειν ἔφασκεν ἐμοῦ τὰ σαφῶς φαινόμενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσημέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐμπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαμόθεν μεθιείσας οὐδέν, ἀλλ' ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ' εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ μεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι' ἐκείνων, ὥσπερ εἰσῄει τὸ || 35 ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ' εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόματι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡμᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναμένους.
Οὕτως οὐ μόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ' οὐδὲ μαθεῖν ὑπομένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι' ἣν εἰσιέναι μὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ' αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ' οἷόν τε, καὶ θαυμάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε μαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι μάτην ὑπ' αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ' οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐμφυομένους οὐρητῆρας ὑπομείναντες ἐτόλμησαν εἰπεῖν οἱ μέν, ὅτι μάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ', ὅτι σπερματικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐμφύονται. δείξαντες οὖν ἡμεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερματικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων || 36 ἐμβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ᾠήθημεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειλημμένων ἐπί τε τἀναντία μεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ' ἀντιλέγειν ἐτόλμων οὐδὲν εἶναι θαυμαστὸν εἰπόντες, ἐν ἐκείνοις μὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑπομένειν τὸ σπέρμα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσμένους ἐκρεῖν διὰ ταχέων. ἡμεῖς οὖν ἠναγκάσθημεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, μόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες.
Ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ' ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. μετὰ δὲ ταῦτα λύειν μὲν τοὺς ἔξωθεν δεσμούς, δεικνύναι δὲ κενὴν μὲν τὴν κύστιν, μεστοὺς δ' ἱκανῶς καὶ διατεταμένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουμένην οὔρου τὴν κύστιν.
Ἐπὶ δὲ τούτῳ || 37 φανέντι, πρὶν οὐρήσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνεται τὸ μὴ μόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι μεταλαμβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ' αὖθις ἐπιβαλεῖν μὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ μὲν ἕτερος αὐτῶν ὁ δεδεμένος μεστὸς καὶ διατεταμένος κατὰ τὰ πρὸς τῶν νεφρῶν μέρη φαίνεται, ὁ δ' ἕτερος ὁ λελυμένος αὐτὸς μὲν χαλαρός ἐστι, πεπλήρωκε δ' οὔρου τὴν κύστιν. εἶτ' αὖθις διατεμεῖν πρῶτον μὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτομίαις τὸ αἷμα, μετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεμεῖν κἄπειτ' ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀμφοτέρων διῃρημενων, || 38 εἶθ' ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσμόν. εὑρεθήσεται γὰρ ἡ μὲν κύστις κενή, πλῆρες δ' οὔρου τὸ μεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν ἦν τὸ ζῷον. ταῦτ' οὖν εἴ τις αὐτὸς καθ' ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, μεγάλως μοι δοκεῖ καταγνώσεσθαι τῆς Ἀσκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν μάθοι, δι' ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν μοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως.
Ἱπποκράτης μὲν οὖν ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυμάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑμνεῖ δικαίαν ὀνομάζων καὶ μόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα· τοιαύτην δ' οὖσαν αὐτὴν εὐθέως καὶ δυνάμεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν μὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐ||τὴν 39 τὰ ζῷα καὶ κρίνειν τὰ νοσήματα· καὶ διὰ τοῦτ' ἐν τοῖς σώμασιν ἡμῶν σύμπνοιάν τε μίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συμπαθέα. κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲν οὐδενὶ συμπαθές ἐστι φύσει, διῃρημένης τε καὶ κατατεθραυσμένης εἰς ἄναρμα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε μυρία τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναμιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ μὲν οὖν τῆς ἐξαιματώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν· εἰς δὲ τὴν τῶν περιττωμάτων κάθαρσιν οὐδὲν ὅλως ἑυρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁμόσε χωρῆσαι τοῖς φαινομένοις, ἐπὶ μὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας μὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέμενος· τοῦτο γὰρ ἦν δηλαδὴ μέγα καὶ σεμνὸν ἀπιστήσαντα τοῖς φαινομένοις πιστεῦσαι τοῖς ἀδήλοις.
Ἐπὶ || 40 δὲ τῆς ξανθῆς χολῆς ἔτι μεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλμημα· γεννάσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει.
Πῶς οὖν τοῖς ἰκτερικοῖς ἅμ' ἄμφω συμπίπτει, τὰ μὲν διαχωρήματα μηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ' αὐτοῖς γιγνόμενον ὅλον τὸ σῶμα; ληρεῖν πάλιν ἐνταῦθ' ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρημένοις παραπλησίως. ληρεῖ δ' οὐδὲν ἧττον καὶ περὶ τῆς μελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ' ὑφ' Ἱπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ' ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐμπλήκτῳ τινὶ καὶ μανικῷ στόματι.