Πῶς οὖν ἔχει τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς;

Τὸ μὲν ἕτερον μέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δ' ἐπιβαίνει τῇ ῥάχει καθ' ὅλης αὐτῆς ἐκτεινόμενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ μὲν ἕτερον οὐδ' ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει μέν, οὐ μὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ', εἴπερ ἔμελλεν ὡς δι' ἠθμῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷμα, πᾶν ἐμπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω μὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δ' ἄνω τὸ παχύ. νυνὶ δ' οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθμοὶ διηθοῦσι, πεμπούσης μὲν ἐκείνης, αὐτοὶ δ' οὐδεμίαν ἐισφερόμενοι δύναμιν, ἀλλ' ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται.

Πῶς οὖν ἕλκουσιν; εἰ μέν, ὡς Ἐπίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόμων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄμεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς μηδ' ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου μικρῷ πρόσθεν εἰρη||60μένων ὁ λόγος ἐξεταζόμενος εὑρεθείη γελοιότερος· ἀλλ' ὡς Ἱπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλ' ὡς οὔτ' ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθ' οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ μηδεμίαν οἰκείαν διδόντες τῇ φύσει δύναμιν οἴονται γίγνεσθαι.

Τούτου γὰρ ὁμολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις δύναμις ἑλκτική, ληρώδης νομίζοιτ' ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.

XVI

Ἐρασίστρατος δ' οὐκ οἶδ' ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδ' ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομ' εἰπεῖν τῆς ὁλκῆς μόνον ὥδέ πως γράφων·

“Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι”· περὶ δὲ τῆς || 61 ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδ' ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γ' ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτ' ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν “Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν” ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ' ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι μήτρας αἰτιώμενος ἄρρωστον αὐχένα κακῶς εἶπεν “Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν,” ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ Ἐρασίστρατος ἠξίωσε, τότ' ἂν καὶ ἡμεῖς πρὸς αὐτὸν ἀπολογούμενοι εἴπομεν·

Ὦ γενναῖε, μὴ ῥητορικῶς ἡμῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ' εἰπέ τινα κατηγορίαν τοῦ δόγματος, ἵν' ἢ πεισθῶμέν σοι ὡς καλῶς ἐξέλεγχοντι τὸν παλαιὸν λόγον ἢ μεταπείσωμεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥητορικῶς; μὴ γάρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ μάλιστ' ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ' ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθ' εἶναι τὸ ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ || 62 ῥητορικῶς, τὸ δ' ἄνευ λόγου βωμολοχικόν, οὐ ῥητορικόν. οὔκουν οὔτε ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; “Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι.” πάλιν οὖν αὐτῷ παρ' ἡμῶν ἀντιμαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ μὲν οὖν τοῦ στομάχου οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ' ἂν ἴσως εἴποι τις τῶν ἀπ' αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ μερῶν συστελλομένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ πῶς οὐ φαίνεται, φήσομεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόμενον τοῦτο μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ' ἀμφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς ἑυρέσεως.

Ἀλλὰ περὶ μὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται || 63 τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτ' ἐμνημόνευσεν οὔτ' ἀντεῖπεν οὔθ' ὅλως ἀπεφήνατο, τίν' ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως.