V

Ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· “Εἰς τὸ || 94 αὐτὸ δ' ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων τῶν τ' ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δ' ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι.” τὸ γὰρ “εἰς τὸ αὐτὸ ἀνεστομωμένων,” ὃ κατ' ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τ' ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ μὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαμενήν τινα, πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουμένην δ' εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθ' ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιμι, λάθοιμ' ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων. κοινὸν δ' ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ μὴ || 95 καθαίρεσθαι πᾶν τὸ αἷμα. χρὴ γὰρ ὡς εἰς ἠθμόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐμπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ μεῖζον στόμα τῇ ῥύμῃ τῆς ἀναδόσεως φερόμενον.

Ἆρ' οὖν ἐν τούτοις μόνον ἀπορίαις ἀφύκτοις ὁ Ἐρασιστράτου λόγος ἐνέχεται μὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάμεσιν εἰς μηδέν, ἢ σφοδρότατα μὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν μηδὲ παῖδα λαθεῖν;

VI

Εἰ δ' ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδ' ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ κατ' αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόματ' αὐτῶν καὶ διαφορουμένου καὶ μήτ' ἀθρόως τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενου||96μένου τὴν βάσιν. αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατ' αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλ' οὐ βούλεται. τί ποτ' οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλ' ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν.

Ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁμοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σμικρὸν ἀγγεῖον ἑαυτὸ μὲν θρέψει, τὸ παρακείμενον μέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τ' ἔσται τρέφειν ἄνευ τοῦ σύμφυτόν τιν' ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. || 97 τῇ μὲν γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες αἱ σύνθετοι; κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ' αὐτόν, ἀλλ' οὐχ αἵματος αὕτη γ' ἀλλὰ πνεύματος ψυχικοῦ μεστή. δεόμεθα δ' ἡμεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλ' εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτ' οὖν τρέφεσθαι μόνον εἴτε καὶ αὔξεσθαι δέοιτο. πῶς οὖν εἰσάξομεν; οὕτω γάρ ἐστι σμικρὸν ἐκεῖνο τὸ ἁπλοῦν ἀγγεῖον καὶ μέντοι καὶ τῶν ἄλλων ἑκάτερον, ὥστ', εἰ τῇ λεπτοτάτῃ βελόνῃ νύξειάς τι μέρος, ἅμα διαιρήσεις τὰ τρία. τόπος οὖν αἰσθητὸς ἀθρόως κενὸς οὐκ ἂν ποτ' ἐν αὐτῷ γένοιτο· λόγῳ δὲ θεωρητὸς τόπος κενούμενος οὐκ ἦν ἀναγκαστικὸς τῆς τοῦ συνεχοῦς ἀκολουθίας.

Ἠβουλόμην δ' αὖ πάλιν μοι κἀνταῦθα τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι περὶ τοῦ στοιχειώδους ἐκείνου νεύρου τοῦ σμικροῦ, πότερον ἕν τι καὶ συνεχὲς ἀκριβῶς ἐστιν ἢ ἐκ πολλῶν καὶ σμικρῶν σωμάτων, ὧν Ἐπίκουρος καὶ Λεύκιππος καὶ Δημόκριτος ὑπέθεντο, σύγ||98κειται. καὶ γὰρ καὶ περὶ τούτου τοὺς Ἐρασιστρατείους ὁρῶ διαφερομένους. οἱ μὲν γὰρ ἕν τι καὶ συνεχὲς αὐτὸ νομίζουσιν ἢ οὐκ ἂν ἁπλοῦν εἰρῆσθαι πρὸς αὐτοῦ φασι· τινὲς δὲ καὶ τοῦτο διαλύειν εἰς ἕτερα στοιχειώδη τολμῶσιν. ἀλλ' εἰ μὲν ἕν τι καὶ συνεχές ἐστι, τὸ κενούμενον ἐξ αὐτοῦ κατὰ τὴν ἄδηλον ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην διαπνοὴν οὐδεμίαν ἐν ἑαυτῷ καταλείψει χώραν κενήν. οὕτω γὰρ οὐχ ἓν ἀλλὰ πολλὰ γενήσεται, διειργόμενα δήπου ταῖς κεναῖς χώραις. εἰ δ' ἐκ πολλῶν σύγκειται, τῇ κηπαίᾳ κατὰ τὴν παροιμίαν πρὸς Ἀσκληπιάδην ἀπεχωρήσαμεν ἄναρμά τινα στοιχεῖα τιθέμενοι. πάλιν οὖν ἄτεχνος ἡμῖν ἡ φύσις λεγέσθω· τοῖς γὰρ τοιούτοις στοιχείοις ἐξ ἀνάγκης τοῦθ' ἕπεται.

Διὸ δή μοι καὶ δοκοῦσιν ἀμαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν Ἐρασιστρατείων. ἐμοὶ γοῦν οὐδὲν διαφέρει. καθ' ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σμικροῖς τοῖς συντιθεῖσι τὰ μεγάλα || 99 τε καὶ αἰσθητὰ νεῦρα κατὰ μὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ μὴ δυναμένης γενέσθαι τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, ὅτι μηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι· συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόμενα μόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαμβάνοντα· κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν· ἐγὼ δ' ἐκ περιουσίας εὐπορήσας ὀνομάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειμένῳ λόγῳ δυναμένων καὶ τἆλλα προσέθηκα.

Κάλλιον οὖν μοι δοκεῖ καὶ || 100 ἡμᾶς τι συνεισενέγκασθαι τοῖς Ἐρασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναμεν, καὶ συμβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ' Ἐρασιστράτου καλούμενον ἀγγεῖον εἰς ἕτερ' ἄττα σώματα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ μηδὲν ἔχειν πλέον ἔτι καὶ διαφερομένοις Ἐρασιστράτῳ. ὅτι μὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρέψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δ' οὐδ' Ἐρασιστράτῳ σύμφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνομάζει, σύνθετον ἀποφαίνουσα, καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ' εἶναί μοι δοκεῖ. εἰ μὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψομεν, ἀλλ' εἰς ἄναρμα καὶ ἀμέριστα καταβησόμεθα στοιχεῖα, παντάπασιν ἀναιρήσομεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρμώμενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου μορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ || 101 καὶ δημιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστ' ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερμάτων ὑποθέσθαι τὰς δυνάμεις τῆς φύσεως, αἷς διαπλάττει τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλ' ἐκείνων τῶν σωμάτων τῶν ἀνάρμων καὶ ἀμερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναμιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀμετάβλητον ὑπόκειται. τῶν δ' εἰρημένων οὐδὲν ἄνευ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι' ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔμπροσθεν ἐνεδειξάμεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτα γ' οὐ παρ' ἡμῶν ἐχρῆν μανθάνειν τοὺς Ἐρασιστρατείους, ἀλλὰ παρ' αὐτῶν τῶν φιλοσόφων, οἷς μάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων.

Οὔκουν οὐδ' Ἐρασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀμαθίας νομίζοι προήκειν, ὡς μηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολου||102θίαν, ἀλλ' ἅμα μὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅμα δ' εἰς ἀπαθῆ καὶ ἄναρμα καὶ ἀμετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ μὴν εἰ δώσει τιν' ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ μεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνομάζει, γενήσεται. ἀλλ' ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς πλεβός. πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόμενοι τῷ λόγῳ τῆς τῶν Ἐρασιστρατείων διαφωνίας ἐμνημονεύσαμεν, ἐπεδείξαμεν δὲ καὶ καθ' ἑκατέρους μὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν μάχην αὐτῶν οὐκ ὠκνήσαμεν καὶ τιμῆσαι τὸν Ἐρασίστρατον εἰς τὴν βελτίονα μεταστήσαντες αἵρεσιν.