Καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ' οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς || 112 τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵματος γενέσεως οὐδὲν ἀτιμοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ' ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ' αὐτὸς εἰσηγήσασθαί τιν' ἑτέραν γνώμην ἐτόλμησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι' ὧντινων τοῦ ζῴου μορίων. ἢ τῆς μὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάμεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ' αἱματούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθημα τὸ παράπαν, ἀλλ' ἀδαμαντίνη τις ἡμῖν αὕτη μόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ Ἐρασίστρατος ἐξ ὧν ἐν μὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ' οὔτ' ἀντειπεῖν τοῖς πρόσθεν οὔτ' αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλμησε, τὸ σφάλμα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως.
Τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵματος || 113 ἄνθρωπος εἰς μηδὲν τῷ συμφύτῳ θερμῷ χρώμενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναμεμιγμένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὥδέ πως αὐτοῖς ὀνόμασι· “Πότερον δ' ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ μεμιγμένη τοῖς ἔξωθεν προσφερομένοις παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι.” καὶ μήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυμὸν τοῦτον καὶ μεγάλως λυπεῖν, εἰ μὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαμβάνων γίγνεσθαι τολμᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν;
Ὑποκείσθω γὰρ ἐν μὲν τοῖς σιτίοις περιέχεσθαι, μὴ διακρίνεσθαι δ' ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀμφότερα νομίζεις εἶναι δυνατά. καὶ μὴν οὐ σμικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παμπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ μὲν γὰρ ἀκίνδυνα, τὰ δὲ παμπόλλην περιέχοντα τῷ μὴ δύνασθαι πᾶσαν αὐτὴν ἐν || 114 ἥπατι καθαρθῆναι καλῶς αἰτία καταστήσεται τῶν τ' ἄλλων παθῶν, ὧν αὐτὸς ὁ Ἐρασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον μέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δ', ὡς τὸ μὲν τεῦτλον, εἰ τύχοι, παμπόλλην, ὁ δ' ἄρτος ἐλαχίστην καὶ τὸ μὲν ἔλαιον πλείστην, ὁ δ' οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γελοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων;
Τί δ' εἰ μὴ περιέχεται μὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δ' ἐν τοῖς τῶν ζῴων σώμασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιμον ἐπίστασθαι, τίνι μὲν καταστάσει σώματος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δ' ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ μεταβάλλειν οἷοί τ' ἐσμὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς μοχθηρὰς καταστάσεις τοῦ σώματος. ἀλλ' εἰ μὴ γιγνώσκοιμεν, καθότι μοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς ἐπανάγειν οἷοί τ' εἴημεν ἐπὶ τὸ || 115 κρεῖττον;
Οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ μὴν οὐδ' ἀδύνατον οὐδ' ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν ἀλλ' ἐν τῷ σώματι μεταβαλλόμενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂν ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τ' ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλ' οὐχ ὧδ' ἔχει τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι καὶ μάλιστ' εἰ φύσει θερμότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι· τοῖς γέρουσι δ' ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλ' εἰς αἷμα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ πρὸς τῷ μηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, μηδὲν εἶναι χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν || 116 γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅμα τῷ αἵματι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν.
Ἡδέως δ' ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώμαθ' ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα μὲν θερμότερα φύσει, ταῦτα πάντως ἔναιμα, τὰ δ' ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιμα καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, || 117 οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα, μήτε τῇ γνώμῃ μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάμενοι· τὰ δ' ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρημένα διὰ τὸ μηδ' ὑπονοῆσαι μοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπ' ἐκείνων ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι.
Περὶ δὲ τῆς τῶν χυμῶν γενέσεως οὐκ οἶδ', εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν Ἱπποκράτης εἶπε καὶ Ἀριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουμένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐμφύτου θερμασίας αἷμα μὲν ὑπὸ τῆς συμμετρίας τῆς κατ' αὐτήν, οἱ δ' ἄλλοι χυμοὶ διὰ τὰς ἀμετρίας γιγνόμενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ' ὁμολογεῖ τὰ φαινόμενα. καὶ γὰρ τῶν ἐδεσμάτων ὅσα μέν ἐστι θερμότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγματικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστε||118ραι μὲν αἱ θερμότεραι φύσει, φλεγματωδέστεραι δ' αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευμάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ μὲν ψυχρότεραι φλεγματωδέστεραι, χολωδέστεραι δ' αἱ θερμότεραι· καὶ νοσημάτων τὰ μὲν ψυχρὰ τοῦ φλέγματος ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ μὴ τούτῳ τῷ λόγῳ μαρτυρεῖ. πῶς δ' οὐ μέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν μορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐμποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ μόρια.
Καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήματα τέτταρα τὸν ἀριθμὸν ὑπάρχει θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου || 119 θερμασίας ἡ συμμετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάμβανον, ἀλλ' ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.
Γενομένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ' ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν ὀρθῶς λέγοντες. ἀλλ' ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ μὲν γὰρ ἕλκος οὐχ οἷόν τ' ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ' ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλ' ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γα||120στρός, ἀλλὰ καὶ προσωφελήσει κατ' ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ' ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τιν' ὑπάρχειν ἰδιότητα, καθ' ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ' ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστ' ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατ' οὐδὲν τοῦτο τῷ βουβῶνι.
Καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω, παρὸν ἐπ' ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυ||121δρόν τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ' ὅτι μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁμολογεῖ καὶ αὐτὸς καὶ τήν γ' αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας. ἀλλ' εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων· καὶ μὴν οὐκ ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν τῆς θερμασίας, τὴν δ' ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας μὴ γίγνεσθαι. οὐδὲ γὰρ δι' ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων ἀλλ' ἢ διὰ τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης γίγνεσθαι.