Ηὐξάμην οὖν κἀνταῦθ' ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον, εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σμικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι. καίτοι “Δυσεντερίη,” φησί που Ἱπποκράτης, “ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον,” οὐ μὴν ἥ γ' ἀπὸ τῆς ξαν||132θῆς χολῆς ἀρχομένη πάντως ὀλέθριος, ἀλλ' οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριμυτέρα τὴν δύναμιν ἡ μέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ' οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ Ἱπποκράτους γραμμάτων ὁ Ἐρασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν' οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυμῶν ἐπίσκεψιν, ἢ γιγνώσκει μέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν μηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι μηδ' ἀσχημονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον μάτην ἡγούμενον κατεσκευάσθαι. καὶ μὴν οὐχ Ἱπποκράτης μόνον ἢ Πλάτων, οὐδέν τι χείρους Ἐρασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷμα καὶ τοῦτ' εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ μυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάμενος ὑπερφρονεῖν ὁ γενναῖος Ἐρασίστρατος οὔτ' ἀντεῖπεν οὔθ' ὅλως τῆς δόξης αὐτῶν ἐμνημόνευσε. καὶ μὴν ὅσοις γε τὸ σῶμα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν Ἱπποκράτης, καὶ οἱ ἀπὸ τῆς || 133 ἐμπειρίας ὁρμώμενοι πάντες ὁμολογοῦσιν ἰατροί. καὶ ὅσοις γ' αὖ μέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυμα τὰ σώματα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁμολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι μελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ μέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν μελαγχολικὸν χυμόν, ἀκάθαρτον μὲν τὸ αἷμα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶμα. πότε δ' ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείμενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος μελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναμιν ἔχοντι σύμφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ μελάντερον γίγνεσθαι τὸ αἷμα.
Ταῦτ' οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν || 134 ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ' ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ' ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ' αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ' ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ' ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δ', ὅτι καὶ μελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα.
Τί δ' ἂν εἴη λεῖπον ἄλλο γ' ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε || 135 καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ συμβαίνειν. ἐναργέστερον δ' ἂν γνωσθείη διὰ παραδείγματος. οἶνον δή μοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιμμένον ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ τῆς ἐν αὐτῷ θερμασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν δύο γεννώμενα περιττώματα τὸ μὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ' ἑτέρῳ τὴν μέλαιναν εἰκάζων οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ μὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνομάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ' αὖ μέλαινα κακοηθέστερα μὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνομα δ' οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυμῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριμὺς ὁμοίως ὄξει γίγνεται καὶ || 136 ξύει γε τὸ σῶμα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ' αὐτῆς ἐκχυθείη, καί τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυμοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω μέλανα καλεῖν χυμόν, οὐ μέλαιναν χολήν, τὸ δ' ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ' ἀληθὲς ὧδ' ἔχον εἰδέναι.
Κατὰ τὴν τοῦ αἵματος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ' ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ' ἂν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελή, ξανθὴ γενόμενον χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται. || 137 λεπτὸν δ' ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅμοιον λεκίθοις. τοῦτο μὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρημένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ μέλανος χυμοῦ τὸ μὲν μήπω τὴν οἷον ζέσιν τε καὶ ζύμωσιν τῆς γῆς ἐργαζόμενον κατὰ φύσιν ἐστί, τὸ δ' εἰς τοιαύτην μεθιστάμενον ἰδέαν τε καὶ δύναμιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερμοῦ προσειληφὸς δριμύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυμένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερμὸν γάρ τι χρῆμα αὕτη γ' ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ' ἑτέρᾳ τῇ μήπω κεκαυμένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωμένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουμένῃ κεραμίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ' ἅμα καὶ ψύχειν πέφυκεν.
Εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ' οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δ' ἄλλα || 138 τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δ' οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δ' οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλ' οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δ' εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶμα, βλάβην ἄν τιν' εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δ' ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου μορίοις παχύτητός τινος τὸ αἷμα καθάπερ οἶμαι καὶ τῶν || 139 ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διερχώμεθα· δεῖται δ' οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ τοῦ μήπω πυρώδους ἐσχάτως γεγενημένου τὸ αἷμα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι' ἐκείνων εἰρήσεται.
Φλέγματος δ' οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ' ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δ' ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλ' ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ' ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα δι' ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνη||140μάτων. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα χρήσιμον ὑπάρχον τοῖς ζῴοις, οὐδεμιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ μέν τι χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ' ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ' ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ' ἁλμυρὸν διασεσῆφθαι. τελείαν δ' ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδ' ἂν ἐγεγένητο τὴν ἀρχὴν χυμός, εἰ καὶ ταύτην διεπεφεύγει.
Ταῦτ' ἀρκεῖν μοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματ' εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι καὶ Ἀριστοτέλει καὶ Πραξαγόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρημένων· οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον δὲ μόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορμήσει τε τοὺς || 141 ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁμιλῆσαι γράμμασι καὶ τὴν εἰς τὸ ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι' ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵματος, ἑνδέκατος γὰρ ἂν εἴη χυμὸς αὐτὸ τὸ αἷμα, τῆς Ἱπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ' εἰς εἴδη τινὰ καὶ διαφορὰς τέμνει τοὺς ὑπ' ἐκείνου πρώτου πάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρημένους χυμούς.
Ἐπαινεῖν μὲν οὖν χρὴ τούς τ' ἐξηγησαμένους τὰ καλῶς εἰρημένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· μέμφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους, ὥστ' ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκόντας παραλιπόντας, ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν χυμῶν ἐποίησε, τὰ δὲ πα||142νούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ' οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων.
Ἀλλ' οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ' ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.