Ἤρκει μὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ' αὐτῆς μόνης τῆς κατασκευῆς τῶν ὀργά||175νων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ μάτην γ' ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλ' ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ' αὖ πάλιν ἐφ' ἑτέρου ζῴου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ' ἐνεργοῦντος τοῦ ἐντὸς. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου μὲν αὐτῶν καταπίνειν οἷόν τ' ἐστίν, || 176 ἀλλὰ χεῖρον ἢ δι' ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ' ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, μόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνον τ' αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον.
Ἀλλ' οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν ὄυθ' ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δ' ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόμενον οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν· ὅτι γὰρ μὴ διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ μὴν εἴθ' ἑλκούσης τῆς κοιλίας ἔιτε παράγοντος αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω. ἀλλ' ἡμεῖς γε || 177 πάντας τοὺς λογισμοὺς εἰπόντες τούς τ' ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ' ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι.
Προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρὶ, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ' ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ' ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.
IX
Οὔκουν ἔτ' ἀπορήσομεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβός ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν || 178 ἄλλων τινός· ἀνανκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ' αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα τὸ μὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖόν.
X
Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθ' Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον.
Ἐπει δ' οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδ' ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μὲν τι νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δὲ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως, || 179 διὰ τοῦθ', ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ' ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.
Ὅτι δ' ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρὸν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι' ἀμαθίαν ἀλλ' οὐδ' ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ ῥᾳθυμίαν, οὔτ', εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.