XIII
Οὐ μὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ' ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι || 187 χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα καὶ πόματα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅμα μὲν πληροῖ δι' αὑτοῦ τὴν κύστιν, ἅμα δ' ἐκκενοῖ, καὶ τῶν μητρῶν ὁ στόμαχος ὡσαύτως ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος.
Ἀλλὰ κἀνταῦθα πάλιν ἡ μὲν ἐκκριτικὴ δύναμις ἐναργής, οὐ μὴν ὁμοίως γ' αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ' Ἱπποκράτης μὲν ἀρρώστου μήτρας αἰτιώμενος αὐχένα φησί· “Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν.”
Ἐρασίστρατος δὲ καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ' οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς. καὶτοι γ' ὅτι μηδ' εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ.
Καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι' ἑνὸς καὶ ταὐτοῦ στο||188μάχου τήν θ' ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δ' ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, δι' ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρὸς, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅμοιον ἐστί δήπου τῷ μηκέτι πιστεύειν μηδ' ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμούς, δι' ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ' ἕτέρα μὲν ζητεῖν ἀναδόσεως, ἕτέρα δὲ καθάρσεως στόματα. καὶ μὴν εἴπερ ἓν καὶ ταὐτὸ στόμα διτταῖς ὑπηρετεῖ δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστὸν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατος τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ', ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφή, διὰ τῶν εἰρημένων εἰς || 189 ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ' ἔιη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι;
Πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρροια καὶ σύμπνοια πάντων, καθάπερ καὶ τοῦθ' ὁ θειότατος Ἱπποκράτης εἶπεν. ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον.
Ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδε τινι γίγνεται. φύσει μὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ' ἅμα καὶ ζῴοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δ' ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ' ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιμον ἑαυταῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον ἰσχυρότεραι. καθ' ἕκαστον δ' ἡμῶν ἰδίως ἐν μὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ' ἐν τῷδε. πολλῆς μὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχομένης τροφῆς καὶ σφοδρῶς ὀρεγομένου τε καὶ χρῇζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔμπαλιν δὲ τοῦ μὲν ἥπατος ἐμπεπλησμένου τε καὶ δια||τεταμένου, 190 τῆς γαστρὸς δ' ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται.
Ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως ἔιημεν δεόμενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον ἐικός, εἰ δ' οὗτος μὲν ἐμπεπλησμένος εἴη καὶ διὰ τοῦτ' ἀμελῶς κατέχων τὰ περιττὰ ἢ καὶ τινι μεταδοῦναι ποθῶν, ὁ δ' ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτὸν, οὕτω καὶ ἡ γαστήρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐμπεπλησμένον δ' ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο μέν, ἀποροίη δέ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀρρώδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς.
Ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια || 191 τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ' εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων ῥευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττὸν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώματα. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ' αὖ πάλιν ἕκαστον εἰς ἕτερ' ἄττα τῶν ἀσθενεστέρων, εἶτ' αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ' ἐπὶ πλεῖστον γίγνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθ' ἕν τι μείνη τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ' εἰς ἄλλο δύναται μεταρρεῖν, ὡς ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων μήτ' ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος.
Ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν μαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ || 192 δεδειγμένων ὀρθῶς. ὁ δ' ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι' ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δ' ὀξέως τὸ πᾶν σῶμα καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, δι' ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο.