Ἐν δὲ τῇ δευτέρα, διερχομένην τά τ' ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καὶ τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον· ἐν δὲ δὴ τούτῳ τῷ καὶρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί.

Κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι μὲν ἤδη τὴν κοιλίαν ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνά||201δοσιν δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δ' ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ' αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτ' εὔλογον ἀντισπᾶν ἑτέρῳ μορίῳ καὶ μάλισθ' ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται. τὸν δ' ἐν ταῖς ἐυρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον θ' ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον.

Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν || 202 ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δ' οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ' ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθ' ἕτερον χρόνον, αὐτὸν δ' αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.

Καθόλου δ' εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθ' ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτέρα, κατὰ τούτον ἐικὸς ἐσθίειν ἕτέρα, καὶ μέλλειν γε τὰ μὲν || 203 παύεσθαι, τὰ δ' ἄρχεσθαι, καὶ τινα μὲν συνεσθίοντα, τὰ δ' ἀνὰ μέρος ἐσθίοντα καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ μὲν ἕτερον ἐπιδέοιτο, τῷ δ' ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυμαστὸν οὔτ' ἐκ τῆς ἐσχάτης ἐπιφανείας ἔισω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατος τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναι τι, δι' ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη.

Κατὰ μὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. τούτων γὰρ ἁπάντων διαστελλομένων τε καὶ συστελλομένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ' ὕστερον ἐκπέμπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόμασι τῶν ἀγγείων ὑμένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ' ὅπως μὲν τοῦτο γίγνεται καὶ καθ' ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται δεικνύντων ἡμῶν τά τ' ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόματα τῶν ἀγγείων, ὡς || 204 μηδὲν παλινδρομεῖν. εἰς μὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ' ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στομάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ' εἰς τὰ παρόντα χρήσιμον, ὡς οὐκ ἐνδέχεταί τι τῶν ἀισθητὴν καὶ μεγάλην ἐχόντων εὐρύτητα μὴ οὐκ ἤτοι διαστελλόμενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόμενον ἔκ τε τῶν ἤδη προειρημένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν Ἐρασίστρατός τε καὶ ἡμεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἐδείξαμεν.

XIV

Ἀλλὰ μὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναμις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθ' ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι' ἑτέρων.

Εἴπερ οὖν συνθείης ἄμφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τὸ τε πᾶν τὸ διαστελλόμενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυμαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας, ὅσαι δὲ κατά τι πρὸς τὰς || 205 φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος, ὅσαι δ' ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δ' ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δ' ὁ ἀτμός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα.

Ταῦτ' οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ μὲν εἰς τὸ δέρμα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς μάλιστα· τῶν δ' ἄλλων ἡ μὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς μάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρματος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵματος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς || 206 καρδίας αὐτῆς καὶ τῶν παρακειμένων αὐτῇ φλεβῶν παμπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι μεταλαμβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάμμου πλῆρες ἐπισπάσαιο τῷ στόματι τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, δύναιτ' ἂν ἀκολουθῆσαι σοι πρὸ τοῦ ὕδατος ἡ ψάμμος· ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον.

XV