Εἰ δ' ὥσπερ τὰς ποιότητας οὕτω καὶ τὰς οὐσίας δι' ὅλων κεράννυσθαι χρὴ νομίζειν, ὡς ὕστερον ἀπεφήνατο Ζήνων ὁ Κιττιεύς, οὐχ ἡγοῦμαι δεῖν ἔτι περὶ τούτου κατὰ τόνδε τὸν λόγον ἐπεξιέναι. μόνην γὰρ εἰς τὰ παρόντα δέομαι γιγνώσκεσθαι τὴν δι' ὅλης τῆς οὐσίας ἀλλοίωσιν, ἵνα μή τις ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου μορίων οἱονεὶ μισγάγκειάν τινα τῷ ἄρτῳ νομίσῃ περιέχεσθαι κἄπειτ' ἐν || 6 τῷ σώματι διακρινόμενον ὡς τὸ ὁμόφυλον ἕκαστον ἰέναι. καίτοι πρό γε τῆς διακρίσεως αἷμα φαίνεται γιγνόμενος ὁ πᾶς ἄρτος. εἰ γοῦν παμπόλλῳ τις χρόνῳ μηδὲν ἄλλ' εἴη σιτίον προσφερόμενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷμα περιεχόμενον ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀμετάβλητα τὰ στοιχεῖα τιθεμένων ἐξελέγχει δόξαν, ὥσπερ οἶμαι καὶ τοὔλαιον εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόμενον ἅπαν καὶ τὰ ξύλα πῦρ μικρὸν ὕστερον γιγνόμενα.
Καίτοι τό γ' ἀντιλέγειν αὐτοῖς ἠρνησάμην, ἀλλ' ἐπεὶ τῆς ἰατρικῆς ὕλης ἦν τὸ παράδειγμα καὶ χρῄζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ, διὰ τοῦτ' ἐμνημόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην, τὴν πρὸς τούτους ἀντιλογίαν, <ἐνὸν> τοῖς βουλομένοις τὰ τῶν παλαιῶν ἐκμανθάνειν κἀξ ὧν ἡμεῖς ἰδίᾳ περὶ αὐτῶν ἐπεσκέμμεθα.
Τὸν ἐφεξῆς λόγον ἅπαντα ποιησόμεθα ζητοῦντες ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέμεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ τῆς φύσεως δυνάμεις καὶ τί ποιεῖν ἔργον ἑκάστη πέφυκεν. ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συμπεπλη||7ρωμένον ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἷον τὸ αἷμα, τὴν σάρκα, τὸ νεῦρον· ἐνέργειαν δὲ τὴν δραστικὴν ὀνομάζω κίνησιν καὶ τὴν ταύτης αἰτίαν δύναμιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ σιτίον αἷμα γίγνεσθαι παθητικὴ μὲν ἡ τοῦ σιτίου, δραστικὴ δ' ἡ τῆς φλεβὸς γίγνεται κίνησις, ὡσαύτως δὲ κἀν τῷ μεταφέρειν τὰ κῶλα κινεῖ μὲν ὁ μῦς, κινεῖται δὲ τὰ ὀστᾶ, τὴν μὲν τῆς φλεβὸς καὶ τῶν μυῶν κίνησιν ἐνέργειαν εἶναί φημι, τὴν δὲ τῶν σιτίων τε καὶ τῶν ὀστῶν σύμπτωμά τε καὶ πάθημα· τὰ μὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται. τὴν μὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τῆς φύσεως, οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱμάτωσιν, οὐ μὴν τὸ γ' ἔργον ἐξ ἅπαντος ἐνέργειαν· ἡ γάρ τοι σὰρξ ἔργον μέν ἐστι τῆς φύσεως, οὐ μὴν ἐνέργειά γε. δῆλον οὖν, ὡς θάτερον μὲν τῶν ὀνομάτων διχῶς λέγεται, θάτερον δ' οὔ.
III
Ἐμοὶ μὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δέ γε μὴν οὐκ ὀλίγοι τινὲς ἄνδρες || 8 οὐδ' ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ' αὐτοῖς παθητικὰ τὸ ξηρόν τε καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ' Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ' ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις μὲν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν, Ἀριστοτέλει δ' οὐχ οὕτως, ἀλλὰ ταῖς τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωμένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ μέρος αἰτίας ἁπάσας εἰς ταύτας ἀνάγειν. τί δήποτ' οὖν ἐν μὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς μετεωρολογικοῖς καὶ τοῖς προβλήμασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο μόναις; εἰ μὲν γὰρ ὡς ἐν τοῖς ζῴοις τε καὶ τοῖς φυτοῖς μᾶλλον μὲν δρᾷ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἧττον δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀποφαίνοιτό τις, ἴσως ἂν ἔχοι καὶ τὸν Ἱπποκράτην σύμψηφον· εἰ δ' ὡσαύτως ἐν || 9 ἅπασιν, οὐκέτ' οἶμαι συγχωρήσειν τοῦτο μὴ ὅτι τὸν Ἱπποκράτην ἀλλὰ μηδ' αὐτὸν τὸν Ἀριστοτέλην μεμνῆσθαί γε βουλόμενον ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς ἀλλὰ μετ' ἀποδείξεως αὐτὸς ἡμᾶς ἐδίδαξεν. ἀλλὰ περὶ μὲν τούτων κἀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιμον, ἐπεσκεψάμεθα.
IV
Ἡ δ' οὖν δύναμις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱματοποιητικὴ προσαγορευομένη καὶ πᾶσα δ' ἄλλη δύναμις ἐν τῷ πρός τι νενόηται· πρώτως μὲν γὰρ τῆς ἐνεργείας αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συμβεβηκός. ἀλλ' εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ' αὐτῆς γενομένου μόνου, τῶν δ' ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναμις ἐν τῷ πρός τι. καὶ μέχρι γ' ἂν ἀγνοῶμεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναμιν αὐτὴν ὀνομάζομεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱματοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγμικὴν καὶ καθ' ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς || 10 κατὰ τὸ μόριον ἐνεργείας. εἴπερ οὖν μεθόδῳ μέλλοιμεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάμεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον· ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.
V
Ἔργα τοίνυν τῆς φύσεως ἔτι μὲν κυουμένου τε καὶ διαπλαττομένου τοῦ ζῴου τὰ σύμπαντ' ἐστὶ τοῦ σώματος μόρια, γεννηθέντος δὲ κοινὸν ἐφ' ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ μέγεθος ἀγωγὴ καὶ μετὰ ταῦθ' ἡ μέχρι τοῦ δυνατοῦ διαμονή.