Ἡ δὲ νόησις ἡ καθ᾽ αὑτὴν τοῦ καθ᾽ αὑτὸ ἀρίστου, καὶ ἡ μάλιστα τοῦ μάλιστα. Αὑτὸν δὲ νοεῖ ὁ νοῦς κατὰ μετάληψιν τοῦ νοητοῦ νοητὸς γὰρ γίγνεται θιγγάνων καὶ νοῶν, ὥστε ταὐτὸν νοῦς καὶ νοητόν. Τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας νοῦς. Ἐνεργεῖ δὲ ἔχων. Ὥστ᾽ ἐκεῖνο μᾶλλον τούτου ὂ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν, καὶ ἡ θεωρία τὸ ἥδιστον καὶ ἄριστον. Εἰ οὖν οὕτως εὖ ἔχει, ὡς ἡμεῖς ποτέ, ὁ θεὸς ἀεί, θαυμαστόν; εἰ δὲ μᾶλλον, ἔτι θαυμασιώτερον. Ἔχει δὲ ὡδί. Καὶ ζωὴ δέ γε ὑπάρχει; ἡ γὰρ νοῦ ἐνέργεια ζωή, ἐκεῖνος δὲ ἡ ἐνέργεια; ἐνέργεια δὲ ἡ καθ᾽ αὑτὴν ἐκείνου ζωὴ ἀρίστη καὶ ἀΐδιος. Φαμὲν δὲ τὸν θεὸν εἶναι ζῷον ἀΐδιον ἄριστον, ὥστε ζωὴ αἰὼν συνεχὴς καὶ ἀΐδιος ὑπάρχει τῷ θεῷ; τοῦτο γὰρ ὁ θεός. (Arist. Met. XI. 7.)


Index.

Absolute (the), [xlviii], [7].

Abstraction, [74].

Accent, [81], [87].

Ages of man, [17].

Alphabets, [81].

Altruism, [57].