[636] Odyss. xi. 270. Odysseus, describing what he saw in the under-world, says,—
Μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
Ἣ μέγα ἔργον ἔρεξεν αἰδρεΐῃσι νόοιο,
Γημαμένη ᾧ υἱεῖ· ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας
Γῆμεν· ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισι.
Ἀλλ᾽ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων,
Καδμείων ἤνασσε, θεῶν ὀλοὰς διὰ βουλάς·
Ἡ δ᾽ ἔβη εἰς Αἰδάο πυλάρταο κρατεροῖο
Ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψήλοιο μελάθρου,
Ὧ ἄχεϊ σχομένη· τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω