Αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ γαῖα κάλυψεν

Τοὶ μὲν δαίμονές εἰσι Διὸς μεγάλου διὰ βουλὰς

Ἐσθλοὶ, ἐπιχθόνιοι, φύλακες θνητῶν ἀνθρώπων·

Οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα,

Ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ᾽ αἶαν

Πλουτόδοται· καὶ τοῦτο γέρας βασιληΐον ἔσχον.

[148] Opp. Di. 140.—

Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

Τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται

Δεύτεροι, ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.