[678] Xenoph. Mem. i, 1, 7. Καὶ τοὺς μέλλοντας οἴκους τε καὶ πόλεις καλῶς οἰκήσειν, μαντικῆς ἔφη προσδεῖσθαι. Τεκτονικὸν μὲν γὰρ, ἢ χαλκευτικὸν, ἢ γεωργικὸν, ἢ ἀνθρώπων ἀρχικὸν, ἢ τῶν τοιούτων ἔργων ἐξεταστικὸν, ἢ λογιστικὸν, ἢ οἰκονομικὸν, ἢ στρατηγικὸν γενέσθαι—πάντα τὰ τοιαῦτα μαθήματα καὶ ἀνθρώπου γνώμῃ αἱρετέα ἐνόμιζεν εἶναι. Τὰ δὲ μέγιστα τῶν ἐν τούτοις ἔφη τοὺς θεοὺς ἑαυτοῖς καταλείπεσθαι, ὧν οὐδὲν δῆλον εἶναι τοῖς ἀνθρώποις, etc.
[679] Xenoph. Mem. i, 1, 9-19. Ἔφη δὲ δεῖν, ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοὶ, μανθάνειν· ἃ δὲ μὴ δῆλα τοῖς ἀνθρώποις ἐστὶ, πειρᾶσθαι διὰ μαντικῆς παρὰ τῶν θεῶν πυνθάνεσθαι· τοὺς γὰρ θεοὺς, οἷς ἂν ἵλεῳ ὦσι, σημαίνειν.
[680] Xenoph. Mem. i, 4, 15; iv, 3, 12. When Xenophon was deliberating whether he should take military service under Cyrus the younger, he consulted Sokratês, who advised him to go to Delphi and submit the case to the oracle (Xen. Anabas. iii, 1, 5).
[681] Xenoph. Mem. iv, 7, 10.
[682] Xenoph. Mem. 1, 9; iv, 7, 6.
[683] Cicero, Tusc. Disp. v, 4, 10.
[684] Ὅττι τοι ἐν μεγάροισι κακὸν τ᾽ ἀγαθόν τε τέτυκται.
[685] Xenoph. Mem. i, 1, 16.
[686] Xenoph. Mem. iv, 5, 11, 12. Ἀλλὰ τοῖς ἐγκρατέσι μόνοις ἔξεστι σκοπεῖν τὰ κράτιστα τῶν πραγμάτων, καὶ λόγῳ καὶ ἔργῳ διαλέγοντας κατὰ γένη, τὰ μὲν ἀγαθὰ προαιρεῖσθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι. Καὶ οὕτως ἔφη ἀρίστους τε καὶ εὐδαιμονεστάτους ἄνδρας γίγνεσθαι, καὶ διαλέγεσθαι δυνατωτάτους. Ἔφη δὲ καὶ τὸ διαλέγεσθαι ὀνομασθῆναι, ἐκ τοῦ συνιόντας κοινῇ βουλεύεσθαι διαλέγοντας κατὰ γένη τὰ πράγματα· δεῖν οὖν πειρᾶσθαι ὅτι μάλιστα πρὸς τοῦτο ἕτοιμον ἑαυτὸν παρασκευάζειν, καὶ τούτου μάλιστα ἐπιμελεῖσθαι· ἐκ τούτου γὰρ γίγνεσθαι ἄνδρας ἀρίστους τε καὶ ἡγεμονικωτάτους καὶ διαλεκτικωτάτους.
Surely, the etymology here given by Xenophon or Sokratês, of the word διαλέγεσθαι, cannot be considered as satisfactory.