[24] Thucyd. viii, 63. Καὶ ἐν σφίσιν αὐτοῖς ἅμα οἱ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων κοινολογούμενοι ἐσκέψαντο, Ἀλκιβιάδην μέν, ἐπειδήπερ οὐ βούλεται, ἐᾷν (καὶ γὰρ οὐκ ἐπιτήδειον αὐτὸν εἶναι ἐς ὀλιγαρχίαν ἐλθεῖν), etc.

[25] Thucyd. viii, 44-57. In two parallel cases, one in Chios, the other in Korkyra, the seamen of an unpaid armament found subsistence by hiring themselves out for agricultural labor. But this was only during the summer (see Xenoph. Hellen. ii, 1, 1; vi, 2, 37), while the stay of the Peloponnesians at Rhodes was from January to March.

[26] Thucyd. viii, 58.

[27] Thucyd. viii, 58. χώραν τὴν βασιλέως, ὅση τῆς Ἀσίας ἐστὶ, βασιλέως εἶναι· καὶ περὶ τῆς χώρας τῆς ἑαυτοῦ βουλευέτω βασιλεὺς ὅπως βούλεται.

[28] Thucyd. viii, 59.

[29] Thucyd. viii, 60.

[30] See Aristotel. Politic. v, 3, 8. He cites this revolution as an instance of one begun by deceit and afterwards consummated by force: οἷον ἐπὶ τῶν τετρακοσίων τὸν δῆμον ἐξηπάτησαν, φάσκοντες τὸν βασιλέα χρήματα παρέξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους· ψευσάμενοι δὲ, κατέχειν ἐπειρῶντο τὴν πολιτείαν.

[31] Thucyd. viii, 63. Αὐτοὺς δὲ ἐπὶ σφῶν αὐτῶν, ὡς ἤδη καὶ κινδυνεύοντας, ὁρᾷν ὅτῳ τρόπῳ μὴ ἀνεθήσεται τὰ πράγματα, καὶ τὰ τοῦ πολέμου ἅμα ἀντέχειν, καὶ ἐσφέρειν αὐτοὺς προθύμως χρήματα καὶ ἤν τι ἄλλο δέῃ, ὡς οὐκέτι ἄλλοις ἢ σφίσιν αὐτοῖς ταλαιπωροῦντας.

[32] Thucyd. viii, 73. Καὶ Ὑπέρβολόν τέ τινα τῶν Ἀθηναίων, μοχθηρὸν ἄνθρωπον, ὠστρακισμένον οὐ διὰ δυνάμεως καὶ ἀξιώματος φόβον, ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως, ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων, πίστιν διδόντες αὐτοῖς, καὶ ἄλλα μετ᾽ αὐτῶν τοιαῦτα ξυνέπραξαν, τοῖς τε πλείοσιν ὥρμηντο ἐπιτίθεσθαι.

I presume that the words, ἄλλα τοιαῦτα ξυνέπραξαν, must mean that other persons were assassinated along with Hyperbolus.