... Καὶ πρὸς μὲν Καρχηδονίους δύο μάχας ἐνστησάμενος ἐν ἑκατέραις ἥττηται· παρὰ δὲ τοῖς πολίταις πιστευθεὶς ἅπαξ στρατηγίαν, εὐθέως ἀφείλετο τὴν ἐλευθερίαν· φονεύων μὲν τοὺς παῤῥησίαν ἄγοντας ὑπὲρ τῶν νόμων, φυγαδεύων δὲ τοὺς ταῖς οὐσίαις προέχοντας· καὶ τὰς μὲν τῶν φυγάδων γυναῖκας οἰκέταις καὶ μιγάσιν ἀνθρώποις συνοικίζων, τῶν δὲ πολιτικῶν ὅπλων βαρβάρους καὶ ξένους ποιῶν κυρίους....
c. 67. Οὐκ αἰσχυνόμεθα τὸν πολέμιον ἔχοντες ἡγεμόνα, τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα;
c. 69. Διόπερ ἕτερον ἡγεμόνα ζητητέον, ὅπως μὴ τὸν σεσυληκότα τοὺς τῶν θεῶν ναοὺς στρατηγὸν ἔχοντες ἐν τῷ πολέμῳ θεομαχῶμεν....
[1067] Thucyd. i, 18; Herodot. v, 92.
[1068] Diodor. xiv, 70. Τοιούτοις τοῦ Θεοδώρου χρησαμένου λόγοις, οἱ μὲν Συρακούσιοι μετέωροι ταῖς ψυχαῖς ἐγένοντο, καὶ πρὸς τοὺς συμμάχους ἀπέβλεπον. Φαρακίδου δὲ τοῦ Λακεδαιμονίου ναυαρχοῦντος τῶν συμμάχων, καὶ παρελθόντος ἐπὶ τὸ βῆμα, πάντες προσεδόκων ἀρχηγὸν ἔσεσθαι τῆς ἐλευθερίας.
[1069] Diodor. xiv, 70. Ὁ δὲ τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως, etc.; compare Xenoph. Hellen. ii, 3, 14.
[1070] Diodor. xiv, 70. Παρὰ δὲ τὴν προσδοκίαν γενομένης τῆς ἀποφάσεως, οἱ μὲν μισθόφοροι συνέδραμον πρὸς τὸν Διονύσιον, οἱ δὲ Συρακούσιοι καταπλαγέντες τὴν ἡσυχίαν, εἶχον, πολλὰ τοῖς Σπαρτιάταις καταρώμενοι. Καὶ γὰρ τὸ πρότερον Ἀρέτης ὁ Λακεδαιμόνιος (he is called previously Aristus, xiv, 10), ἀντιλαμβανομένων αὐτῶν τῆς ἐλευθερίας, ἐγένετο προδότης· καὶ τότε Φαρακίδας ἐνέστη ταῖς ὁρμαῖς τῶν Συρακουσίων.
[1071] Diodor. xiv, 70. Συνεπελάβετο δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ μυριάδας εἰς ταὐτὸ συναθροισθῆναι, καὶ τὸ τῆς ὥρας εἶναι πρὸς τὰς νόσους ἐνεργότατον, etc.
[1072] Diodor. xiv, 71-76. πεντεκαίδεκα μυριάδας ἐπεῖδον ἀτάφους διὰ τὸν λοιμὸν σεσωρευμένους.
I give the figure as I find it, without pretending to trust it as anything more than an indication of a great number.