[463] Diodor. xv. 95.

[464] Demosthenes, Philip, i. 46. s. 28. ἐξ οὗ δ᾽ αὐτὰ καθ᾽ αὑτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ᾽ ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασιν. Καὶ παρακύψαντα ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς Ἀρτάβαζον ἢ πανταχοῦ μᾶλλον οἴχεται πλέοντα· ὁ δὲ στρατηγὸς ἀκολουθεῖ· εἰκότως· οὐ γὰρ ἔστιν ἄρχειν μὴ διδόντα μισθόν.

Ibid. p. 53. s. 51. Ὅποι δ᾽ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλ᾽ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους.

Ibid. p. 53. s. 53. Νῦν δ᾽ εἰς τοῦθ᾽ ἥκει τὰ πράγματα αἰσχύνης, ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρ᾽ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδ᾽ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος.

Compare Olynthiac ii. p. 26. s. 28; De Chersoneso, p. 95. s. 24-27, cont. Aristokrat. p. 639. s. 69; De Republ. Ordinand. περὶ Συντάξεως, p. 167. s. 7. Also Æschines de Fals. Legat. p. 264. c. 24; Isokrates, De Pace, s. 57. 160.

[465] Xenoph. Hellen. vi. 3, 18; vi. 5, 2.

[466] Demosthenes, De Rhodior. Libertat. p. 191. s. 3. ᾐτιάσαντο γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι, καὶ διὰ ταῦτα συνέστησαν ἐφ᾽ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον· φανήσεται δ᾽ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος, φίλος εἶναι φάσκων Ῥοδίων, τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος.

[467] Demosthen. de Rhodior. Libert. p. 195. s. 17. p. 198 s. 34; de Pace, p. 63. s. 25; Diodor. xvi. 7.

[468] Demosthen. de Pace, p. 63. s. 25. (ἐῶμεν) τὸν Κᾶρα τὰς νήσους καταλαμβάνειν, Χίον καὶ Κῶν καὶ Ῥόδον, καὶ Βυζαντίους κατάγειν τὰ πλοῖα, etc.

Compare Demosthenes adv. Polykl. p. 1207 s. 6. p. 1211. s. 22; adv. Leptinem, p. 475. s. 68.