Compare his Oration De Rebus Chersonesi, p. 92. s. 11.

[680] Demosthenes, Philippic i. p. 46. s. 28. ἐξ οὗ δ᾽ αὐτὰ καθ᾽ αὑτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ᾽ ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασι· καὶ παρακύψαντα ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς Ἀρτάβαζον καὶ πανταχοῖ μᾶλλον οἴχεται πλέοντα, ὁ δὲ στρατηγὸς ἀκολουθεῖ, εἰκότως· οὐ γὰρ ἔστιν ἄρχειν μὴ διδόντα μισθόν. Τί οὖν κελεύω; τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας, etc.

... p 53. s. 51. καὶ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους, etc.

[681] Demosthen. Philipp. i. p. 47. ἐπεὶ νῦν γε γέλως ἔσθ᾽ ὡς χρώμεθα τοῖς πράγμασι.

[682] Demosthenes, Philippic i. p. 54 s. 58. Ἐγὼ μὲν οὖν οὔτ᾽ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν, ὅ,τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν τε ἃ γιγνώσκω πάνθ᾽ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαῤῥησίασμαι. Ἐβουλόμην δ᾽ ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστα ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστα εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶπον. Νῦν δ᾽ ἐπ᾽ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι.

[683] Demosthenes, De Coronâ, p. 308. s. 306. Ἀλλὰ μὴν ὧν γ᾽ ἂν ὁ ῥήτωρ ὑπεύθυνος εἴη, πᾶσαν ἐξέτασιν λάμβανε· οὐ παραιτοῦμαι. Τίνα οὖν ἐστὶ ταῦτα; Ἰδεῖν τὰ πράγματα ἀρχόμενα, καὶ προαισθέσθαι καὶ προειπεῖν τοῖς ἄλλοις. Ταῦτα πέπρακταί μοι. Καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας, ὄκνους, ἀγνοίας, φιλονεικίας, ἃ πολιτικὰ ταῖς πόλεσι πρόσεστιν ἁπάσαις καὶ ἀναγκαῖα ἁμαρτήματα, ταῦθ᾽ ὡς εἰς ἐλάχιστα συστεῖλαι, καὶ τοὐνάντιον εἰς ὁμόνοιαν καὶ φιλίαν καὶ τοῦ τὰ δέοντα ποιεῖν ὁρμὴν προτρέψαι.

[684] Demosthenes, Olynth. iii. p. 29. s. 5.

[685] Demosthenes, Philipp. i. p. 48. s. 34; Olynth. ii. p. 21. s. 12; Olynth. iii. p. 29. s. 5. p. 32. s. 16; De Rhodiorum Libertate, p. 190. s. 1. And not merely votes against Philip, but against others also, remained either unexecuted or inadequately executed (Demosthenes, De Republicâ Ordinandâ, p. 175, 176).

[686] Demosthen. De Rhodior. Libertat. p. 197. s. 31. ὁρῶ δ᾽ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρ᾽ οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δ᾽ ὡς ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους. Εἰ δὲ τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δὲ ὡς φοβερῷ πάνθ᾽ ὑπείξομεν, πρὸς τίνας παραταξόμεθα;

This oration was delivered in 351-350 B. C.; a few months after the first Philippic.