[143] Plato, Epistol. vii. p. 328. Ταύτῃ μὲν τῇ διανοίᾳ καὶ τόλμῃ ἀπῇρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλ᾽ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον, μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύσειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ σμικροῖς· εἴτ᾽ οὖν πάθοι τι, εἴτ᾽ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι παρ᾽ ἡμᾶς φεύγων, καὶ ἀνέροιτο, εἰπών, etc.

[144] This is contained in the words οὐχ ᾗ τινὲς ἐδόξαζον—before cited.

[145] Plato, Epistol. vii. p. 350 E. ταῦτα εἶπον μεμισηκὼς τὴν περὶ Σικελίαν πλάνην καὶ ἀτυχίαν, etc.

Xenokrates seems to have accompanied Plato to Sicily (Diogen. Laert. iv. 2, 1).

[146] Plutarch, De Adulator, et Amici Discrimine, p. 52 C.

[147] Plutarch, Dion, c. 13. Οὐ παύσῃ καταρώμενος ἡμῖν;

[148] Plutarch, Dion, c. 14. Ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας, νυνὶ δὲ δι᾽ ἑνὸς σοφιστοῦ καταλύουσι τὴν Διονυσίου τυραννίδα, etc.

Plato is here described as a Sophist, in the language of those who did not like him. Plato, the great authority who is always quoted in disparagement of the persons called Sophists, is as much entitled to the name as they, and is called so equally by unfriendly commentators. I drew particular attention to this fact in my sixty-eighth chapter (Vol. VIII.), where I endeavored to show that there was no school, sect, or body of persons distinguished by uniformity of doctrine or practice, properly called Sophists, and that the name was common to all literary men or teachers, when spoken of in an unfriendly spirit.

[149] Plato, Epistol. vii. p. 330 B. Ἐγὼ δὲ πάντα ὑπέμενον, τὴν πρώτην διάνοιαν φυλάττων ᾗπερ ἀφικόμην, εἴπως εἰς ἐπιθυμίαν ἔλθοι τῆς φιλοσόφου ζωῆς (Dionysius)—ὁ δ᾽ ἐνίκησεν ἀντιτείνων.

[150] Plato, Epistol. vii. p. 332 E. Ἃ δὴ καὶ Διονυσίῳ συνεβουλεύομεν ἐγὼ καὶ Δίων, ἐπειδὴ τὰ παρὰ τοῦ πατρὸς αὐτῷ συνεβεβήκει, οὕτως ἀνομιλήτῳ μὲν παιδείας, ἀνομιλήτῳ δὲ συνουσιῶν τῶν προσηκουσῶν γεγονέναι, πρῶτον ἐπὶ ταῦτα ὁρμήσαντα φίλους ἄλλους αὑτῷ τῶν οἰκείων ἅμα καὶ ἡλικιωτῶν καὶ συμφώνους πρὸς ἀρετὴν κτήσασθαι, μάλιστα δὲ αὐτὸν αὑτῷ, τούτου γὰρ αὐτὸν θαυμαστῶς ἐνδεᾶ γεγονέναι· λέγοντες οὐκ ἐναργῶς οὕτως—οὐ γὰρ ἦν ἀσφαλὲς—ὡς οὕτω μὲν πᾶς ἀνὴρ αὑτόν τε καὶ ἐκείνους ὧν ἂν ἡγεμὼν γένηται σώσει, μὴ ταύτῃ δὲ τραπόμενος τἀναντία πάντα ἀποτελεῖ· πορευθεὶς δὲ ὡς λέγομεν, καὶ ἑαυτὸν ἔμφρονα καὶ σώφρονα ποιησάμενος, εἰ τὰς ἐξηρημωμένας Σικελίας πόλεις κατοικίσειε νόμοις τε ξυνδήσειε καὶ πολιτείαις, etc.