Οὔτε φύσις ἱκανὴ γίγνεται τέχνης ἄτερ
πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,
οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.
τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων
εἰς ταυτόν, ἔτι δεῖ προσλαβεῖν χορηγίαν,
ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον,
κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.
ἔν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,
οὐκ ἔρχετ’ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.
φύσις, θέλησις, ἐπιμέλει’, εὐταξία