αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος, ποτὶ γαίῃ
ἀγκλίνας·...
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν
ἀβλῆτα πτερόεντα, μελαινέων ἕρμ’ ὀδυνάων·
αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστὸν,
ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
νευρὴν μὲν μαζῷ πέλασεν, τόξον δὲ σίδηρον.
αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινεν,
λίγξε βιὸς, νευρὴ δὲ μέγ’ ἴαχεν ἆλτο δ’ ὀϊστὸς