λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος

ὠρώρει δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς

ἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι,

δήμῳ πιφαύσκων, ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι·

ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.

λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον, ἀμφὶς ἀρωγοί.

κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον· οἱ δὲ γέροντες

εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,

σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων·

τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.