[471] To Johann Rühel, May 4, 1525, “Werke,” Erl. ed., p. 53, 294 (“Briefwechsel,” 5, p. 164).

[472] To Wenceslaus Link, June 20, 1525, “Briefwechsel,” 5, p. 201: “Dominus me subito aliaque cogitantem coniecit mire in coniugium.”

[473] Vogt, “Briefwechsel Bugenhagens,” 1888, p. 32: “Maligna fama effecit, ut doctor Martinus insperato fieret coniux; post aliquot tamen dies publica solemnitate duximus istas sacras nuptias etiam coram mundo venerandas.”

[474] On June 16, 1525, “Briefwechsel,” 5, p. 197: “Os obstruxi infamantibus me cum Catharina Bora.” At a much later date he excuses the haste by his wish to anticipate the proposal of his friends that he should select some other woman.

[475] “Briefwechsel,” 5, p. 197, 198.

[476] See Amsdorf in Scultetus († 1625), “Annales Evangelii,” 1, p. 274.

[477] V. Druffel, “Die Melanchthon-Handschriften der Chigi-Bibliothek,” in “SB. der Bayr. Akad. phil.-hist. Kl.,” 1876, p. 491 ff. W. Meyer, “Uber die Originale von Melanchthons Briefen an Camerarius,” ibid., p. 596 ff. “Katholik,” 1900, 1, p. 392, an article by P. A. Kirsch with photo of letter. We are forced to depart from his translation on certain points. Cp. also Nik. Müller’s reprint in “Zeitschr. für Kirchengesch.,” 21, 1901, p. 595. The letter runs:

Εὖ πράττειν. Ὅτι μὲν ἔμελλε πρὸς ὑμᾶς ἡ φήμη οὐχ ὅμοια περὶ τοῦ γάμου τοῦ Λουθέρου ἀγγεῖλαι, ἔδοξέ μοι περὶ αὐτοῦ ὡς γνώμην ἔχω σοι ἐπιστέλλειν. μηνὸς ἰουνίου ἡμέρᾳι γ̓ ἀπροσδοκήτως ἔγημε τὴν Βορείαν ὁ Λούθερος μηδενὶ τῶν φίλων τὸ πρᾶγμα πρὸ τοῦ ἀναθέμενος, ἀλλ̓ ἑσπέρας πρὸς δεῖπνον καλέσας τὸν Πομερανιέα καὶ Λούκαν τὸν γραφέα καὶ τὸν Ἄπελλον μόνους ἐποίησε τὰ εἰθισμένα προτέλεια.

Θαυμάσειας δὲ ἂν, τούτῳ τῳ δυστυχεῖ χρόνῳ, καλῶν κἀγαθῶν ἀνδρῶν πάντοτε ταλαιπωρουμένων τοῦτον οὐ συμπάσχειν, ἀλλ̓ ὡς δοκεῖ μᾶλλον τρυφᾶν καὶ τὸ αὐτοῦ ἀξίωμα ἐλαττοῦν, ὅτε μάλιστα χρείαν ἔχει ἡ Γερμανία φρονήματός τε καὶ ἐξουσίας αὐτοῦ. Ἐγὰ δὲ ταῦτα οὕτω πως γενέσθαι οἷμαι. Ἐστὶν ὁ ἀνὴρ ὡς μάλιστα εὐχερὴς και αἱ μοναχαὶ πασῃ μηχανᾖ ἐπι βουλευομέναι προσέπασαν αὐτόν. Ἲσως ἡ πολλὴ συνήθεια, ἡ σὺν ταῖς μοναχαῖς κἂν γενναῖον ὄντα καὶ μεγαλόψυχον κατεμάλθαξε ἤ καὶ προσεξέκαυσε. τοῦτον τρόπον εἰσπεσεῖν δοκεῖ εἰς ταύτην τὴν ἄαιρον βίου μεταβολήν. Θρυλλούμενον δὲ, ὃτι καὶ πρὸ τοῦ διακόρευσεν αὐτὴν, ἐψεῦσθαι δῆλόν ἐστι.

Νυνὶ δὲ τὸ πραχθὲν μὴ βαρέως φέρειν δεῖ ἢ ὀνειδίζειν. ἀλλὰ ἡγοῦμαι ὑπὸ φύσεως ἀναγκασθῆναι γαμεῖν. Οὗτος δὲ βίος ταπεινὸς μέν, ἀλλὰ ὅσιός ἐστι καὶ θεῷ μᾶλλον τοῦ ἀγέμου ἀρέσκει. Καὶ ὅτι αὐτὸν τὸν Λούθερον ἐπίλυπόν πως ὄντα ὁρῶ καὶ ταραχθέντα διὰ τὴν βιου μεταγολήν, πάσῃ σπουδῇ καὶ ἐννοίᾳ ἐπιχειρῶ παραμυθεῖσθαι, ἐπειδὴ οὔπω ἔπραξέ τι, ὅπερ ἐγκαλεῖσθαι ἀξιῶ ἢ ἀναπολόγητον δοκεῖ. ἔτι δὲ τεκμήριά τινα ἔχω τῆς εὐσεβείας αὐτοῦ ὥστε κατακρίνειν οὐκ ἐξεῖναι. ἔπειτα ἂν μᾶλλον ἠυχόμην αὐτὸν ταπεινοῦσθαι ἢ ὐψοῦσθαι καὶ ἐπαίρεσθαι, ὅπερ ἐστίν ἐπισφαλές, οὐ μόνον τοῖς ἐν ἱερωσύνῃ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις. τὸ γὰρ εὖ πράττειν, ἀφορμὴ τοῦ κακῶς φρονεῖν γίνεται, οὐ μόνον, ὡς ὁ ῥήτωρ ἔφη, τοῖς ἀνοήτοις, ἀλλὰ καὶ τοῖς σοφοῖς.