"Τὸν δ´ ἠμείβετ´ ἔπειτα βοῶπις πότνια ῞Ἡρη:

῎Ητοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,

῎Αργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·

τὰς διαπέρσαι, ὅτ´ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·

τάων οὔτοι ἐγὼ πρόσθ´ ἵσταμαι οὐδὲ μεγαίρω.

Εἴπερ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,

οὐκ ανύω φθονέους´, ἐπειὴ πολὺ φέρτερός ἐσσι."

"To whom the stag-eyed Juno thus replied:

'Three cities are there dearest to my heart;

Argos and Sparta and the ample streets