2

Φαίνεταί μοι κήνος ἴσος θέοισιν

ἔμμεν ὤνηρ, ὄστις ἐναντίος τοι

ἰζάνει, καὶ πλασίον ἆδυ φωνεύ-

σας ὑπακούει

καὶ γελαίσας ἰμερόεν, τό μοι μάν

καρδίαν ἐν στήθεσιν ἐπτόασεν·

ὡς γὰρ εὔιδον βροχέως σε, φώνας

οὐδὲν ἔτ' εἴκει·

ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ'