Ὣστε θεοί δ’ ἐζωον ἀκηδέα θυμὸν ἔχοντες,
Νόσφιν ἄτερ τε πόνων καὶ ὀϊζύος· οὐδέ τι δειλὸν
Γῆρας ἐπῆν, αἰεὶ δε πόδας καὶ χεῖρας ὁμοῖοι
Τέρποντ’ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἀπάντων·
Θνῆσκον δ’ ὡς ὑπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
Τοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος Ἄρουρα
Αὐτομάτη, πολλόν τε καὶ ἄφθονον· οἱ δ’ ἐθελημοὶ
Ἣσυχοι εργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν,
[Ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι][285]
Αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ γαῖα κάλυψεν,