Γνώσῃ δ’ ᾖ θέμις ἐστὶ, Φύσω περὶ παντὸς ὁμοίην

Ὦστε σε μήτε ἄελπτ’ ἐλπιζειν, μήτε τι λήθειν.

Γνώσῃ δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας

Τλήμονες, οἳ τ’ ἀγαθῶν πέλας ὄντων οὐκ ἐσοπῶσιν

Οὔτε κλύουσι· λύσιν δὲ Κακῶν παῦποι συνίσασι.

Ζεῦ Πάτερ, ἦ πολλῶν κε κακῶν λύσειας ἃπαντας,

Εἰ πᾶσιν δείξαις οἳω τῷ δαίμονι χρῶνται.

Ἄλλα σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν,

Οἷς ἱερα προφέπουσα Φύσις δείκνυσιν ἒκαστα

Ὧν εἰ σοί μέτεστι, κρατήσεις ὧν σε κελεύω