πολλοί τοι ναρθηκοφόροι παῦροι δέ τε βάκχοι.

Equally without author's name is the following excellent prayer (ii. 271):

Ζεῦ βασιλεῦ τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις
ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.[198]

Lucian gives the following good advice on the use of wealth (ii. 256):

ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,
ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων·
ἔστι δ' ἀνὴρ σοφὸς οὗτος ὃς ἄμφω ταῦτα νοήσας
φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.[199]

Agathias asks why we need fear death (ii. 264):

τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα,
τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ' αὐτὸν
εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον·
αἱ δὲ νόσοι πολλαὶ καὶ ποίκιλαι, ἄλλοτ' ἐπ' ἄλλον
ἐρχόμεναι θνητῶν καὶ μεταβαλλόμεναι.[200]

The remainder of my quotations from this section will all be taken from Palladas. Here is his version of the proverb attributed to Democritus that life's a stage (ii. 265):

σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν
τὴν σπουδὴν μεταθεὶς ἢ φέρε τὰς ὀδύνας.[201]

Here, again, is the old complaint that man is Fortune's plaything (ii. 266):