ὥσπερ γὰρ ἐν φύλλοισιν αἰγείρου μακρᾶς,
κἂν ἄλλο μηδέν, ἀλλὰ τοὐκείνης κάρα
αὔρα κραδαίνει κἀνακουφίζει πτέρον.[29]
Some scattered utterances upon women and love may be collected from the Phædra, in which play Sophocles broke the ground trodden by Euripides:
ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται
οὐδ' αὖ γυναῖκας ἀλλὰ καὶ θεῶν ἄνω
ψυχὰς χαράσσει κἀπὶ πόντον ἔρχεται.
καὶ τόνδ' ἀπείργειν οὐδ' ὁ παγκρατὴς σθένει
Ζεὺς ἀλλ' ὑπείκει καὶ θέλων ἐγκλίνεται.
οὕτω γυναικὸς οὐδὲν ἂν μεῖζον κακὸν
κακῆς ἀνὴρ κτήσαιτ' ἂν οὐδὲ σώφρονος
κρεῖσσον· παθὼν δ' ἕκαστος ὧν τύχῃ λέγει.[30]
The next fragment, extracted possibly from the Colchian Women, deserves to be compared with similar Euripidean passages, though in point of workmanship it is finer, and in profound suggestion more intense, than is the usual manner of Euripides:
ὦ παῖδες ἥ τοι Κύπρις οὐ Κύπρις μόνον
ἀλλ' ἐστὶ πολλῶν ὀνομάτων ἐπώνυμος.
ἔστιν μὲν Ἅιδης ἔστι δ' ἄφθιτος βία
ἔστιν δὲ λύσσα μαινὰς ἐστὶ δ' ἵμερος
ἄκρατος ἔστ' οἰμωγμός. ἐν κείνῃ τὸ πᾶν
σπουδαῖον ἡσυχαῖον ἐς βίαν ἄγον.
ἐντήκεται γὰρ πνευμόνων ὅσοις ἔνι
ψυχή. τίς οὐχὶ τῆσδε τῆς θεοῦ βορά;
εἰσέρχεται μὲν ἰχθύων πλωτῷ γένει
ἔνεστι δ' ἐν χέρσου τετρασκελεῖ γονῇ·
νωμᾷ δ' ἐν οἰωνοῖσι τοὐκείνης πτερὸν
ἐν θηρσὶν ἐν βροτοῖσιν ἐν θεοῖς ἄνω.
τίν' οὐ παλαίουσ' ἐς τρὶς ἐκβάλλει θεῶν;
εἴ μοι θέμις, θέμις δὲ τἀληθῆ λέγειν,
Διὸς τυραννεῖ πνευμόνων· ἄνευ δορὸς
ἄνευ σιδήρου πάντα τοι συντέμνεται
Κύπρις τὰ θνητῶν καὶ θεῶν βουλεύματα.[31]
While upon this topic of love and women, I may quote a considerable fragment of the Tereus, marked by more sympathy for women in the troubles of their married lives than the Greek poets commonly express:
νῦν δ' οὐδέν εἰμι χωρίς, ἀλλὰ πολλάκις
ἔβλεψα ταύτῃ τὴν γυναικείαν φύσιν,
ὡς οὐδέν ἐσμεν· αἳ νέαι μὲν ἐν πατρὸς
ἥδιστον οἶμαι ζῶμεν ἀνθρώπων βίον·
τερπνῶς γὰρ ἀεὶ πάντας ἁνοία τρέφει.
ὅταν δ' ἐς ἥβην ἐξικώμεθ' εὔφρονες,
ὠθούμεθ' ἔξω καὶ διεμπολώμεθα
θεῶν πατρῴων τῶν τε φυσάντων ἄπο,
αἱ μὲν ξένους πρὸς ἄνδρας, αἱ δὲ βαρβάρους,
αἱ δ' εἰς ἀήθη δώμαθ', αἱ δ' ἐπίρροθα,
καὶ ταῦτ' ἐπειδὰν εὐφρόνη ζεύξῃ μία
χρεὼν ἐπαινεῖν καὶ δοκεῖν καλῶς ἔχειν.[32]