ὁ δ' ἡδὺς αἰὼν ἡ κακή τ' ἀνανδρία
οὔτ' οἶκον οὔτε γαῖαν ὀρθώσειεν ἄν.
σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
ἐμὲ δ' ἄρ' οὐ
μοχθεῖν δίκαιον; τίς δ' ἄμοχθος εὐκλεής;
τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;[61]
The political morality deduced from this view of life is stern and noble:
γνώμῃ γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δ' οἶκος, εἴς τ' αὖ πόλεμον ἰσχύει μέγα·
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ· σὺν ὄχλῳ δ' ἀμαθία πλεῖστον κακόν.
τρεῖς εἰσὶν ἀρεταὶ τὰς χρεών σ' ἀσκεῖν, τέκνον,
θεούς τε τιμᾶν τούς τε φύσαντας γονεῖς,
νόμους τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν
κάλλιστον ἕξεις στέφανον εὐκλείας ἀεί.[62]
Nor is the condemnation of mere pleasure-seeking less severe:
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
τὰ μὲν κατ' οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,
μολπαῖσι δ' ἡσθεὶς τοῦτ' ἀεὶ θηρεύεται,
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται
φίλοισι δ' οὐδείς· ἡ φύσις γὰρ οἴχεται
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.[63]
The indifference induced by satiety is well characterized in the following lines:
κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων
λέκτροις ἐπ' αἰσχροῖς εἶδον ἐκπεπληγμένους.
δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν
φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.[64]