[367] Such a corruption of the word on the part of Herodotus is all the more likely, as it is clearly established by modern investigations (as indeed Heyne, loco citato, maintained long ago) that he never was in Scythia proper. Comp. Herodoti Musae, edit. J. Ch. F. Baehr, Vol. IV. Leipzig 1835., p. 395., and Vol. I. p. 455. C. G. L. Heyse, De Herodoti vita et intineribus Diss. (Dissertation on the Life and Journeys of Herodotus). Berlin 1826. 8vo. p. 104.
[368] Deipnos., bk. XII. p. 530 D.
[369] Hesychius does give the word ἀνάρσιοι, and explains it by ἀνάρμοστοι πολέμιοι· ἀπὸ τοῦ μὴ συνηρμοσθῆναι τοῖς ἤθεσιν. (incompatible foes: from their not being compatible in character and disposition). Plutarch, περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας (On the Generation of the Soul in Plato’s “Timaeus”) near the end says: οἱ ποιηταὶ καλοῦσιν ἀναρσίους τοὺς ἐχθροὺς καὶ τοὺς πολεμίους, ὡς ἀναρμοστίαν τὴν διαφορὰν οὖσαν. (the poets call incompatible such as are hostile and at enmity, the difference being irreconcileable). Zonaras, Lexicon, writes: s. v. ἀνάρσιοι· ἐχθροί· ἀδικοί· ἀνάρμοστοι. (under the word ἀνάρσιοι—incompatible: hostile; unjust; irreconcileable). Similarly the Etymologicum Magnum; s. v. ἀνάρσιοι· ἀδικοὶ, ἐχθροί.—ὁ ἀνάρμοστος καὶ ἀσύμφωνος· Ὦρος · πολέμιος, ὑβριστής· καὶ ἄναρσις· νεῖκος, πόλεμος. (under the word ἀνάρσιοι—incompatible: unjust, hostile,—one that is irreconcileable, discordant. Orus (the Grammarian) gives: enemy, overbearing man; also ἄναρσις,—incompatibility: strife, war). According to this we might very well read for ἐναρέες ἀνάρσιοι; for the Temple-robbers had been ἄδικοι and ὑβρισταὶ (unjust, overbearing), and were further known as pathics—whose vice was ἀδικία and ὕβρις (injustice, overbearing violence), as we have seen again and again. Another point is that Homer, Iliad XXIV. 365., Odyssey X. 459., uses the expression ἀνάρσιοι in the sense of ὑβρισταὶ, ἄδικοι (overbearing, unjust men), and this fact was always likely to be of weight with Herodotus, even when he was translating a foreign word. Inasmuch as the word ἀνάρσιοι had several meanings, he may very well have added the ἀνδρόγυνοι in the second passage, instead of the καλοῦσι Σκύθαι (the Scythians call it), in explanation of it.
[370] Liber quisquis virtuti studet. Opera. edit. Mangey, Vol. II. p. 465., Λέγετο γοῦν, ὅτι θεασάμενός τινα τῶν ὠνουμένων, ὃν θήλεια νόσος εἶχεν ἐκ τῆς ὄψεως οὐκ ἄῤῥενα, προελθὼν ἔφη, σύ με πρίω· σὺ γὰρ ἀνδρὸς χρείαν ἔχειν μοι δοκεῖς· ὡς τὸν μὲν δυσωπηθέντα ἐφ’ οἷς ἑαυτῷ σύνοιδε, καταδῦναι, τοὺς δὲ ἄλλους τὸ σὺν εὐτολμίᾳ εὐθυβόλον ἐκπλήττεσθαι. (for translation see text above).
Diogenes Laertius, bk. VI. ch. 2. note 4, relates the story only in outline: Φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους πράσει, ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη τί οἶδε ποιεῖν; ἀπεκρίνατο, Ἀνδρῶν ἄρχειν· καὶ πρὸς τὸν κήρυκα, Κήρυσσε, ἔφη, εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασδαι. (Menippus says in the sale of Diogenes that the philosopher, a captive and for sale as a slave, was asked what he could do. He answered, “Govern men”; turning to the crier and adding, “Cry!—does anyone wish to buy a master to govern him?”). Comp. ibid. note 9.
[371] De Specialibus Legibus, pp. 305 sqq., Ἐπεισκεκώμακε δὲ ταῖς πόλεσιν ἕτερον πολὺ τοῦ λεχθέντος μεῖζον κακὸν τὸ παιδεραστεῖν, ὃ πρότερον μὲν καὶ λεχθῆναι μέγα ὄνειδος ἦν, νυνὶ δ’ ἐστὶν αὔχημα οὐ τοῖς δρῶσι μόνον, ἀλλὰ καὶ τοῖς πάσχουσιν, οἱ νόσον θήλειαν νοσεῖν ἐθιζόμενοι. τάς τε ψυχὰς καὶ τὰ σώματα διαῤῥέουσι, μηδὲν ἐμπύρευμα τῆς ἄῤῥενος γενεᾶς ἐῶντες ὑποτύφεσθαι, περιφανῶς οὕτως τὰς τῆς κεφαλῆς τρίχας ἀναπλεκόμενοι καὶ διακοσμούμενοι, καὶ ψιμμυθίῳ καὶ ψύκεσι καὶ τοῖς ὁμοιοτρόποις τὰς ὄψεις τριβόμενοι, καὶ ὑπογραφόμενοι, καὶ εὐώδεσι μύροις λίπα χριόμενοι (προσαγωγὸν γὰρ μάλιστα ἐν τοῖς τοιούτοις τὸ εὐῶδες) ἐν πᾶσι τοῖς εἰς εὐκοσμίαν ἠσκημένοις καὶ τὴν ἄῤῥενα φύσιν ἐπιτηδεύσει· τεχνάζοντας εἰς θήλειαν μεταβάλλειν, οὐκ ἐρυθριῶσι. Καθ’ ὧν φονᾷν ἄξιον νόμῳ πειθαρχοῦντας, ὃς κελεύει τὸν ἀνδρόγυνον τὰ φύσεως νόμιμα παρακόπτοντα, νηποινεὶ τεθνάναι, μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐώμενοι ζῇν, ὄνειδος αὑτοῦ καὶ οἰκίας καὶ πατρίδος ὄντα καὶ τοῦ σύμπαντος ἀνθρώπων γένους. Ὁ δὲ παιδεραστὴς ἔστω τὴν αὐτὴν δίκην ὑπομένων, ἐπειδὴ τὴν παρὰ φύσιν ἡδονὴν διώκει, καὶ τὰς πόλεις, τό γ’ ἐπ’ αὐτὸν ἧκον μέρος, ἐρήμους καὶ κενὰς ἀποδείκνυσιν οἰκητόρων, διαφθείρων τὰς γονὰς, καὶ προσέτι, τῶν μεγίστων κακῶν, ἀνανδρίας καὶ μαλακίας ὑφηγητὴς καὶ διδάσκαλος ἀξιοῖ γίνεσθαι· τοὺς νέους ὡραΐζων καὶ τὸ τῆς ἀκμῆς ἄνθος ἐκθηλεύων. ὃ πρὸς ἀλκὴν καὶ ῥώμην ἀλείφειν ἁρμόττον ἦν. Καὶ τελευταῖον, ὅτι κακοῦ τρόπον γεωργοῦ, τὰς μὲν βαθυγείους καὶὧνὡν δ’ οὐδὲν βλάστημα προσδοκᾶται τὸ παράπαν, εἰς ταῦτα πονεῖται καθ’ ἡμέραν καὶ νύκτωρ. Αἴτιον δ’ οἶμαι, τὸ παρὰ πολλοῖς τῶν δήμων, ἀκρασίας καὶ μαλακίας ἆθλα κεῖσθαι. Τοὺς γοῦν ἀνδρογύνους ἰδεῖν ἐστὶ διὰ πληθούσης ἀγορᾶς ἀεὶ σοβοῦντας, κἂν ταῖς ἑορταῖς προπομπεύοντας καὶ τὰ ἱερὰ τοὺς ἀνιέρους διειληχότας, καὶ μυστηρίων καὶ τελετῶν κατάρχοντας, καὶ τὰ Δήμητρος ὀργιάζοντας. Ὅσοι δ’ αὐτῶν τὴν καλὴν νεανιείαν προσεπιτείνοντες, εἰς ἅπαν ὠρέχθησαν μεταβολῆς τᾶς εἰς γυναῖκας, τὰ γεννητικὰ προσαπέκοψαν, ἁλουργίδας ἀμπεχόμενοι, καθάπερ οἱ μεγάλων ἀγαθῶν αἴτιοι ταῖς πατρίσι, προέρχοντο δορυφορούμενοι, τοὺς ὑπαντῶντας ἐπιστρέφοντες. Εἰ δ’ ἦν ἀγανάκτησις οἵα παρὰ τῷ ἡμετέρῳ νομοθέτῃ, κατὰ τῶν τὰ τοιαῦτα τολμώντων· καὶ ὡς κοινὰ τῶν πατρίδων ἄγη καὶ μιάσματα δίχα συγγνώμης ἀνῃροῦντο, πολλοὺς ἂν ἑτέρους νουθετεῖσθαι συνέβαινεν. Αἱ γὰρ τῶν προκαταγνωσθέντων τιμωρίαι ἀπαραίτητοι, ἀνακοπην οὐ βραχεῖαν ἐργάζοντο τοῖς ζηλωταῖς τῶν ὁμοίων ἐπιτηδευμάτων. (for translation see text above)
[372] De vita contemplativa, p. 480., Τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν ἐπὶ γυναιξὶν ἐπιμανέντων, ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον (ἐπιτελοῦντο γὰρ αἱ ἐπιθυμίαι αὗται νόμῳ φύσεως)· ἀλλὰ ἀνδρῶν ἄρσεσιν ἡλικίᾳ μόνον διαφέρουσι. Καὶ γὰρ εἴτι περὶ ἔρωτος καὶ οὐρανίου Ἀφροδίτης κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται· τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος Ἔρως διείληφεν· ἀνδρείαν μὲν τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἀπεργαζόμενος, καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι. Λυμῃνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν, ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμά τε καὶ ψυχὴν καὶ οὐσίαν. Ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικὰ, καὶ πρὸς ταῦτα μόνον ὀξυδερκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον ἀπὸ τῆς ἐπιθυμίας καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι· τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας, καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων. Παραφύετο δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων, καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων, καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τήν γεωργίας, κ. τ. λ. (for translation see text above). This passage at any rate shows beyond a doubt that Philo quite failed to understand Plato, who not only clearly and distinctly distinguishes paedophilia from paederastia, but also analyzes at length the injuries to body and soul the latter involves on the pathic,—particularly in the Phaedrus, pp. 239-241, which we beg the reader to consult. To quote textually would occupy too much space.
[373] De Abrahamo, pp. 20. sqq., Οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄῤῥεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες. Ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας· εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας, θήλειαν κατεσκεύαζον αὑτοῖς νόσον, κακὸν δύσμαχον. Οὐ μόνον γὰρ τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστάτας ἀπεργαζόμενοι, τό γ’ ἐπ’ αὐτοῖς ἧκον μέρος, τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον. Εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις, ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι. (for translation see text above).
[374] De Sacrificantibus, p. 261., προανείργει πάντας τοὺς ἀναξίους ἱεροῦ συλλόγου, τὴν ἀρχὴν ποιούμενος ἀπὸ τῶν νοσούντων τὴν ἀληθῆ [θήλειαν] νόσον ἀνδρογύνων, οἳ τὸ φύσεως νόμισμα παρακόπτοντες, εἰς ἀκολάστων γυναικῶν πάθος καὶ μορφὰς εἰσβιάζοντο· Θλαδίας γὰρ καὶ ἀποκεκομένους τὰ γεννητικὰ ἐλαύνει, τό τε τῆς ὥρας ταμιεύοντας ἄνθος, ἵνα μὴ ῥᾳδίως μαραίνοιτο, καὶ τὸν ἄῤῥενα τύπον μεταχαράττοντας εἰς θηλύμορφον ἰδέαν. Ἐλαύνει δὲ οὐ μόνον πόρνας ἀλλὰ καὶ τοὺς ἐκ τῆς πόρνης κ. τ. λ.
[375] Paedagog., bk. III. ch. 3., “πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν”: ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ Διογένης, ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα, Ἧκε, εἶπεν, μειρακίον, ἄνδρα ὠνῆσαι σαυτῷ· ἀμφιβόλω λόγῳ τὸ πορνικὸν ἐκείνου σωφρονίζων· τὸ γὰρ ἄνδρας ὄντας, ξύρεσθαι καὶ λεαίνεσθαι, _πῶς οὐκ ἀγεννές_; (“To men who bedizen their persons”: One of these base fellows Diogenes rebuked like a schoolmaster. At the very time he was on sale as a slave, he cried with wonderful boldness: ‘Come, young man, buy a man for yourself’: by this double entendre chastising his meretricious habits. For is it not a base thing, that men should have their bodies shaved and polished smooth? )