ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.

ὁ δ’ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν 5
μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων
ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ
ἀγεννὲς ἔχει, οἷά ἐστι ταυτί

Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ.

ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, 10 σεμνότητα δ’ ἔχει πολλήν· καὶ ἔνθα δεῖ μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι· τούτου τὸ σχῆμα τοιόνδε

βαρύ μοι κεφαλᾶς ἐ πίκρανον ἔχειν.

ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας 15
δάκτυλος μὲν καλεῖται, πάνυ δ’ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος
τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωϊκὸν μέτρον ἀπὸ
τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ· παράδειγμα δὲ αὐτοῦ τόδε

Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.

οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν 20

[173]

nothing noble can be made out of it. But that which consists entirely of long syllables—molossus, as the metrists call it—is elevated and dignified, and has a mighty stride. The following is an example of it:—