24. At this point in the Epitome, the Darmstadt codex has (in the margin) ὁ δὲ Πλούταρχος τὸ μὲν τῆς συνθέσεως ἁδρόν, τὸ δὲ ἰσχνόν, τὸ δὲ μέσον καλεῖ.
26. ἢ ἀνθηράν: cp. [232] 25 (where P again omits the second epithet) and [248] 9 (with critical note).
εὔκρατον· ἣν ὅπως ποτὲ γίνεσθαι φαίην ἄν, ἔγωγε ἀπορῶ,
καὶ “δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν,” εἴτε κατὰ στέρησιν
τῶν ἄκρων ἑκατέρας εἴτε κατὰ μῖξιν· οὐ γὰρ ῥᾴδιον
εἰκάσαι τὸ σαφές. μή ποτ’ οὖν κρεῖττον ᾖ λέγειν, ὅτι κατὰ
τὴν ἄνεσίν τε καὶ τὴν ἐπίτασιν τῶν ἐσχάτων ὅρων οἱ διὰ 5
μέσου γίνονται πολλοὶ πάνυ ὄντες· οὐ γὰρ ὥσπερ ἐν μουσικῇ
τὸ ἴσον ἀπέχει τῆς νήτης καὶ τῆς ὑπάτης ἡ μέση, τὸν αὐτὸν
τρόπον καὶ ἐν λόγοις ὁ μέσος χαρακτὴρ ἑκατέρου τῶν ἄκρων
ἴσον ἀφέστηκεν, ἀλλ’ ἔστι τῶν ἐν πλάτει θεωρουμένων ὡς
ἀγέλη τε καὶ σωρὸς καὶ ἄλλα πολλά. ἀλλὰ γὰρ οὐχ οὗτος 10
ὁ καιρὸς ἁρμόττων τῇ θεωρίᾳ ταύτῃ· λεκτέον δ’, ὥσπερ ὑπεθέμην,
καὶ περὶ τῶν χαρακτήρων οὐχ ἅπανθ’ ὅσ’ ἂν εἰπεῖν
ἔχοιμι (μακρῶν γὰρ ἄν μοι πάνυ δεήσειε λόγων), ἀλλ’ αὐτὰ
τὰ φανερώτατα.
XXII
τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· 15
ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν
ἰσχυράς, ὥστ’ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι,
ἀπέχειν τε ἀπ’ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους
αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ
καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι 20
γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ
μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ
harmoniously blended. How I am to say the third is formed I am at a loss to know—“my mind is too divided to utter truth”[173]: I cannot see whether it is formed by eliminating the two extremes or by fusing them—it is not easy to hit on any clear answer. Perhaps, then, it is better to say that it is by relaxation and tension of the extremes that the means, which are very numerous, arise. The case is not as in music, where the middle note is equally removed from the lowest and the highest. The middle style in writing does not in the same way stand at an equal distance from each of the two extremes; “middle” is here a vague general term, like “herd,” “heap,” and many others. But the present is not the right time for the investigation of this particular point. I must say what I undertook to say with regard to the several styles—not all that I could (I should need a very long treatise to do that), but just the most salient points.