quam lepide λέξεις compostae! ut tesserulae omnes
arte pavimento atque emblemate vermiculato.”
9. In the actual contents of his treatise Dionysius pays more attention to the ὀνόματα than to the κῶλα and περίοδοι. The importance of employing periods judiciously is indicated in [118] 15.
12. κατανοοῦντι (the more difficult and better supported reading) may be right, cp. [90] 12 εἰσπλέοντι (from Thucydides).
13. Cic. Brut. 72. 253 “primoque in libro dixerit (Caesar) verborum dilectum originem esse eloquentiae.”
25. For the antithesis cp. Demosth. Olynth. iii. 15 τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν.
τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων.
III
ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἡ μὲν
ἔμμετρος, ἡ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας
τυχοῦσα καλὸν οἵα τ’ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν 5
λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν ῥιπτομένη προσαπόλλυσι
καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ
ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις
πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες
ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ 10
ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι
δ’ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες
δ’ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ
περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν
ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς 15
τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς,
εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω
κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα,
εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα
περιθήσει. 20
ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν
ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς