17. de Demosth. c. 18 οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλ’ ἔστιν ὥσπερ σώμασι πρέπουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία.
18. προὔργου: cp. Plato Alcib. II. 149 E ὥστε οὐδὲν αὐτοῖς ἦν προὔργου θύειν τε καὶ δῶρα τελεῖν μάτην.
21. MS. Canon. 45 has φάσιν, ἀναπόδεικτον, as reported (Journal of Philology xxvii. 84) by A. B. Poynton, who compares Aristot. Eth. Nic. 1143 b 12 ὥστε δεῖ προσέχειν τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων. διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσιν ὀρθῶς. Probably Dionysius has this passage of Aristotle in his mind, and wishes it to be understood that he does not mean to dogmatize simply on the score of being an old and experienced teacher. In the Rhet. ad Alex. 1432 a 33, an oath is defined as: μετὰ θείας παραλήψεως φάσις ἀναπόδεικτος.
τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ
πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω
δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη
γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρ’
Ὁμήρῳ μὲν ὁ παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ 5
τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς
ἔθος ἦν· ἔπειτα ὁ Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς
Πελοπόννησον ἀποδημίας· πραγμάτια λιτὰ καὶ βιωτικὰ
ἡρμηνευμένα ὑπέρευ. ποῦ δ’ ἐστὶν ἡ τῆς ἑρμηνείας ἀρετή;
τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά· 10
τὼ δ’ αὖτ’ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κειαμένω πῦρ
ἔκπεμψάν τε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι
οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς 15
σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·
αἶψα δ’ ἄρ’ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα·
Εὔμαι’, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος
ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλὰ περισσαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω. 20
οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐνὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης·
the reasons which have convinced me that composition is a more important and effective art than mere selection of words. I will first examine a few specimen passages in prose and verse. Among poets let Homer be taken, among prose-writers Herodotus: from these may be formed an adequate notion of the rest.
Well, in Homer we find Odysseus tarrying in the swineherd’s hut and about to break his fast at dawn, as they used to do in ancient days. Telemachus then appears in sight, returning from his sojourn in the Peloponnese. Trifling incidents of everyday life as these are, they are inimitably portrayed. But wherein lies the excellence of expression? I shall quote the lines, and they will speak for themselves:—