13. Diogenes Laertius (vii. 192. 3), in enumerating Chrysippus’ logical works, writes: σύνταξις δευτέρα· περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε′, περὶ τῆς συντάξεως τῶν λεγομένων δ′, περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς Φίλιππον γ′, περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α′, περὶ τοῦ πρὸς ἕτερα λεγομένου α′.

23. φυσικὴν ἀφορμήν: this suggests the Stoic point of view.

26. The reading of F looks like an attempt to gloss προὐθέμην.


καὶ ἀναγκαῖον ἦν ἐλθεῖν, ἀπέστην. κωλύσει δ’ οὐδὲν
ἴσως κἀκείνης ἅψασθαι τῆς θεωρίας καὶ τὰς αἰτίας εἰπεῖν δι’
ἃς ἐξέλιπον αὐτήν, ἵνα μή με δόξῃ τις ἀγνοίᾳ παρελθεῖν
αὐτὴν ἀλλὰ προαιρέσει.

V

ἐδόκει δή μοι τῇ φύσει μάλιστα ἡμᾶς ἑπομένους οὕτω 5
δεῖν ἁρμόττειν τὰ μόρια τοῦ λόγου, ὡς ἐκείνη βούλεται.
αὐτίκα τὰ ὀνόματα πρῶτα ἡγούμην τάττειν τῶν ῥημάτων (τὰ
μὲν γὰρ τὴν οὐσίαν δηλοῦν, τὰ δὲ τὸ συμβεβηκός, πρότερον
δ’ εἶναι τῇ φύσει τὴν οὐσίαν τῶν συμβεβηκότων), ὡς τὰ
Ὁμηρικὰ ἔχει ταυτί· 10

ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον

καὶ