18. παράσχοιτ’ ἄν τις: for the middle voice cp. [214] 6 and [122] 14.
20. Usener’s οἷά τινα seems a needless and somewhat violent change for the manuscript reading τίνα οὖν. No doubt οἷά ἐστι ταῦτα is found in [100] 27; but (1) Dionysius’ love of μεταβολή in style should be remembered, (2) οἷά τινα is not a usual phrase, (3) the lively rhetorical question is characteristic.
κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
καὶ
ἔσπετε νῦν μοι, Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι ...
μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ.
ἐν γὰρ τούτοις ἡγεῖται μὲν τὰ ῥήματα, ὑποτέτακται δὲ τὰ 5
ὀνόματα· καὶ οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σύνταξιν αὐτῶν ὡς
ἀηδῆ.
ἔτι πρὸς τούτοις ἄμεινον ἐδόκουν εἶναι τὰ ῥήματα πρότερα
τάττειν τῶν ἐπιρρημάτων, ἐπειδὴ πρότερόν ἐστι τῇ φύσει τὸ
ποιοῦν ἢ πάσχον τῶν συνεδρευόντων αὐτοῖς, τρόπου λέγω καὶ 10
τόπου καὶ χρόνου καὶ τῶν παραπλησίων, ἃ δὴ καλοῦμεν
ἐπιρρήματα, παραδείγμασι χρώμενος τούτοις·
τύπτε δ’ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ’ ἀεικής ...
ἤριπε δ’ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν ...
ἐκλίνθη δ’ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρός. 15
ἐν ἅπασι γὰρ δὴ τούτοις ὕστερα τέτακται [ἅμα] τῶν ῥημάτων
τὰ ἐπιρρήματα. καὶ τοῦτο πιθανὸν μὲν ὡς τὸ πρῶτον, οὐκ
ἀληθὲς δὲ ὡς οὐδ’ ἐκεῖνο. τάδε γὰρ δὴ παρὰ τῷ αὐτῷ ποιητῇ
ἐναντίως ἢ ἐκεῖνα εἴρηται·