αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν

καὶ

λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστός

καὶ

σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια· 5
ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμβαλε δίνῃ.

νὴ Δία, φαίη τις ἄν, εἴ γε μὴ καὶ ἄλλα ἦν πολλὰ οὐχ οὕτω
συντεταγμένα ποιήματα οὐδὲν ἧττον ἢ ταῦτα καλά·

πλῆξε δ’ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.

πρότερον γὰρ δήπου τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ 10
ἔτι

ἤλασεν ἄγχι στάς, πέλεκυς δ’ ἀπέκοψε τένοντας
αὐχενίους.