1 ἐστιν F: εἰσιν M: om. PV 2 ἐνὸν ἐν αὐτοῖς F: ἐνὸν αὐτοῖς PMV 8 καὶ ἡ PMV: καὶ EF 9 καὶ οὐκ ... τοῦτο F: om. PMV 14 ἐπεὶ κἀκείνοις P || καὶ posterius] ὡς καὶ EF: ὡς M 17 γενέσθαι FE 18 κράτιστα PMV: τὰ κράτιστα F 20 τήν τε EFM: τὴν PV 23 τὸν πίνον] τοπι(θα)ν(ον) P, EFM1V: πῖνος suprascr. M 26 μέτρον ἡ μέλος P, MV: μέλος ἢ μέτρον F

2. τὸ καλόν: see Glossary, s.v. καλός.

11. For Ctesias cp. Demetr. de Eloc. §§ 213-16, where a fine passage is quoted from him; also p. 247 ibid. Photius (Bibl. Cod. 72) says of Ctesias: ἔστι δὲ οὗτος ὁ συγγραφεὺς σαφής τε καὶ ἀφελὴς λίαν· διὸ καὶ ἡδονῇ αὐτῷ σύγκρατός ἐστιν ὁ λόγος.

12. Ξενοφῶντος: cp. Diog. Laert. ii. 6. 57 ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας, and Cic. Orat. 19. 63 “et Xenophontis voce Musas quasi locutas ferunt.”—For τοῦ Σωκρατικοῦ cp. Quintil. x. 1. 75 “Xenophon non excidit mihi sed inter philosophos reddendus est.”

14. καθάπαξ, ‘absolutely,’ ‘universally,’ ‘exclusively.’ So in [132] 16.

18. Cp de Demosth. c. 47 εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπασιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα.

25. ἑκάτερον means (here and in [122] 1) ἥ τε ἡδονὴ καὶ τὸ καλόν.


ταῦθ’ ἕτερον· οἱ δὲ πρωτεύσαντες ἐν ἑκατέρῳ τε τούτων καὶ
ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες· παραδείγματα δὲ
αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ
περὶ ταῦτα κατατρίψω τὸν λόγον· καὶ ἅμα εἴ τι λεχθῆναι
περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος 5
αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν
ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτ’ εἰρῆσθαι περὶ αὐτῶν
ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην
τῆς θ’ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθ’ ὁδόν,
ὥς φασι, χωρῇ ὁ λόγος. 10
ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν,
ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις
ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν
παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς
πάθεσιν ὁμολογουμένην· τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης 15
τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ’ ἑτέρας δέ τινος οὐδὲν
πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται,
ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δ’ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις
θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος
ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις ἁπάντων ἐστὶν ἡμῶν 20
οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε
ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ
πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν
τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς
ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ