14. διαμαρτανόμενα, manqué: cp. ἡμαρτημέναι πολιτεῖαι, and the like, in Plato.

16. χάριτος depends on διευστοχούσης (the same construction as with the uncompounded verb εὐστοχεῖν).

20. This passage (μουσικὴ γάρ ... οἰκεῖον) is quoted (after Syrianus) in Walz Rhett. Gr. v. 474.

21. ἦν, ‘was all along,’ ‘is after all’: cp. [92] 18.

22. For the passage that follows cp. Aristoxenus Harmonics i. 3 πρῶτον μὲν οὖν ἁπάντων τὴν τῆς φωνῆς κίνησιν διοριστέον τῷ μέλλοντι πραγματεύεσθαι περὶ μέλους αὐτὴν τὴν κατὰ τόπον. οὐ γὰρ εἷς τρόπος αὐτῆς ὢν τυγχάνει· κινεῖται μὲν γὰρ καὶ διαλεγομένων ἡμῶν καὶ μελῳδούντων τὴν εἰρημένην κίνησιν, ὀξὺ γὰρ καὶ βαρὺ δῆλον ὡς ἐν ἀμφοτέροις τούτοις ἔνεστιν—αὕτη δ’ ἐστὶν ἡ κατὰ τόπον καθ’ ἣν ὀξύ τε καὶ βαρὺ γίγνεται—ἀλλ’ οὐ ταὐτὸν εἶδος τῆς κινήσεως ἑκατέρας ἐστίν.


ποθεῖ δ’ ἐπὶ πάντων τὸ οἰκεῖον, ἡ δὲ διαλλαγὴ κατὰ τὸ
μᾶλλον καὶ τὸ ἧττον.
διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ
λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα, καὶ οὔτε ἐπιτείνεται πέρα
τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ οὔτ’ ἀνίεται τοῦ 5
χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ
καθ’ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως,
ἀλλ’ ἡ μὲν ἐπὶ τῆς ὀξείας, ἡ δ’ ἐπὶ τῆς βαρείας, ἡ δ’ ἐπ’
ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἱ μὲν κατὰ
μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς 10
δὴ περισπωμένας καλοῦμεν· αἱ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ
χωρὶς ἑκάτερον ἐφ’ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ
ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός
τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτ’ ἂν
ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις 15
βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί
τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ’ ἀπὸ
τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ
τεττάρων καὶ τὸ διὰ ‹τριῶν καὶ τὸν› τόνον καὶ τὸ ἡμιτόνιον,
ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις 20
τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν,
ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου
μέλων, ἃ πεποίηκεν τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς
τὸν χορόν·

[127]

what is in keeping with the occasion. The distinction between oratory and music is simply one of degree.